호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρὰ δὲ τοῖσ Φλιασίοισ πολλῶν φυγαδευομένων, καὶ καταλαβομένων ἐπὶ τῆσ χώρασ φρούριον ὀχυρὸν καὶ πλῆθοσ μισθοφόρων ἀθροισάντων, ἐγένετο μάχη πρὸσ τοὺσ ἐκ τῆσ πόλεωσ, καὶ νικησάντων τῶν φυγάδων ἀνῃρέθησαν τῶν Φλιασίων ὑπὲρ τοὺσ τριακοσίουσ. ὕστερον δὲ προδόντων τῶν φυλάκων τοὺσ φυγάδασ, κρατήσαντεσ οἱ Φλιάσιοι τῶν φυγάδων ἀνεῖλον πλείουσ τῶν ἑξακοσίων, τοὺσ δὲ λοιποὺσ ἐκβαλόντεσ ἐκ τῆσ χώρασ ἠνάγκασαν φυγεῖν εἰσ Ἄργοσ. αἱ μὲν οὖν κατὰ Πελοπόννησον πόλεισ ἐν τοιαύταισ συμφοραῖσ ἦσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기