호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενόμενος δ ἐπὶ τοῦ προτερήματος, καὶ πάσας τὰς τῶν πολεμίων ναῦς φυγεῖν ἀναγκάσας, ἀπέσχετο παντελῶς τοῦ διωγμοῦ:? ἀναμνησθεὶς γὰρ τῆς ἐν Ἀργινούσαις ναυμαχίας, ἐν ᾗ τοὺς νικήσαντας στρατηγοὺς ὁ δῆμος ἀντὶ μεγάλης εὐεργεσίας θανάτῳ περιέβαλεν, αἰτιασάμενος ὅτι τοὺς τετελευτηκότας κατὰ τὴν ναυμαχίαν οὐκ ἔθαψαν, εὐλαβήθη μήποτε τῆς περιστάσεως ὁμοίας γενομένης κινδυνεύσῃ παθεῖν παραπλήσια. διόπερ ἀποστὰς τοῦ διώκειν ἀνελέγετο τῶν πολιτῶν τοὺς διανηχομένους, καὶ τοὺς μὲν ἔτι ζῶντας διέσωσε, τοὺς δὲ τετελευτηκότας ἔθαψεν. εἰ δὲ μὴ περὶ ταύτην ἐγένετο τὴν ἐπιμέλειαν, ῥᾳδίως ἂν ἅπαντα τὸν τῶν πολεμίων στόλον διέφθειρε. κατὰ δὲ τὴν ναυμαχίαν τῶν μὲν Ἀθηναίων διεφθάρησαν τριήρεις ὀκτωκαίδεκα, τῶν δὲ Λακεδαιμονίων διεφθάρησαν μὲν εἴκοσι καὶ τέτταρες, αὔτανδροι δ ἐλήφθησαν ὀκτώ.
Χαβρίας μὲν οὖν ἐπιφανῆ ναυμαχίαν νικήσας κατέπλευσε μετὰ πολλῶν λαφύρων εἰς τὸν Πειραιέα, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις. μετὰ γὰρ τὸν Πελοποννησιακὸν πόλεμον Ἀθηναῖοι ταύτην πρώτην ναυμαχίαν ἐνίκησαν: τὴν γὰρ περὶ Κνίδον οὐκ ἰδίᾳ διηγωνίσαντο, τῷ δὲ βασιλικῷ στόλῳ χρησάμενοι προετέρησαν. ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν ἐν τῇ Ῥώμῃ Μάρκος Μάνλιος ἐπιβαλόμενος τυραννίδι καὶ κρατηθεὶς ἀνῃρέθη.
ἐπ ἄρχοντος δ Ἀθήνησι Χαρισάνδρου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Σερούιον Σουλπίκιον, Λεύκιον Παπίριον, Τίτον Κοΐνκτιον, Ἠλεῖοι δ ἤγαγον Ὀλυμπιάδα πρώτην πρὸς ταῖς ἑκατόν, καθ ἣν ἐνίκα στάδιον Δάμων Θούριος.
ἐπὶ δὲ τούτων ἐν τῇ Θρᾴκῃ Τριβαλλοὶ σιτοδείᾳ πιεζόμενοι πανδημεὶ στρατείαν ἐποιήσαντο πρὸς τὴν ὑπερόριον χώραν, καὶ τὰς τροφὰς ἐκ τῆς ἀλλοτρίας γῆς ἐπορίζοντο. ὄντες δὲ πλείους τῶν τρισμυρίων ἐπῆλθον τήν τε ὅμορον Θρᾴκην καὶ τὴν τῶν Ἀβδηριτῶν χώραν ἐπόρθησαν ἀδεῶς:
πολλῆς δὲ ὠφελείας κυριεύσαντες καταπεφρονηκότως καὶ ἀτάκτως τὴν ἐπάνοδον ἐποιοῦντο. οἱ δ Ἀβδηρῖται πανδημεὶ στρατεύσαντες ἐπ αὐτοὺς σποράδην καὶ ἀτάκτως τὴν ἐπάνοδον ποιουμένους πλείους τῶν δισχιλίων ἀνεῖλον. οἱ δὲ βάρβαροι παροξυνθέντες ἐπὶ τοῖς συμβεβηκόσι,καὶ βουλόμενοι τοὺς Ἀβδηρίτας τιμωρήσασθαι, πάλιν ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν.
οἱ δὲ προνενικηκότες ἐπαρθέντες τῷ προτερήματι, καὶ τῶν πλησιοχώρων Θρᾳκῶν συμμαχίαν ἀποστειλάντων αὐτοῖς, παρετάξαντο τοῖς βαρβάροις. γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν Θρᾳκῶν μεταβαλομένων ἄφνω, μονωθέντες οἱ Ἀβδηρῖται καὶ κυκλωθέντες ὑπὸ τοῦ πλήθους τῶν βαρβάρων, σχεδὸν ἅπαντες οἱ τῆς μάχης μετεσχηκότες κατεκόπησαν.
τηλικαύτῃ δὲ συμφορᾷ τῶν Ἀβδηριτῶν περιπεπτωκότων καὶ μελλόντων πολιορκεῖσθαι, Χαβρίας ὁ Ἀθηναῖος ἐπιφανεὶς μετὰ δυνάμεως ἐξείλατο τῶν κινδύνων τοὺς Ἀβδηρίτας, καὶ τοὺς μὲν βαρβάρους ἐξήλασεν ἐκ τῆς χώρας, ἐν δὲ τῇ πόλει φρουρὰν ἀξιόλογον καταλιπὼν αὐτὸς ὑπό τινων ἐδολοφονήθη. Τιμόθεος δὲ παραλαβὼν τὴν ναυαρχίαν καὶ πλεύσας εἰς τὴν Κεφαληνίαν, τάς τ ἐν αὐτῇ πόλεις προσηγάγετο καὶ τὰς κατὰ τὴν Ἀκαρνανίαν ὁμοίως ἔπεισεν ἀποκλῖναι πρὸς Ἀθηναίους.
Ἀλκέταν τε τὸν Μολοττῶν βασιλέα φίλον κατασκευάσας, καὶ καθόλου τὰς χώρας τὰς τῶν περὶ τοὺς τόπους ἐκείνους πόλεων ἐξιδιοποιησάμενος, ἐνίκησε ναυμαχίᾳ τοὺς Λακεδαιμονίους περὶ Λευκάδα. ταῦτα δὲ πάντα ταχέως καὶ ῥᾳδίως ἐπετέλεσε, πείθων μὲν διὰ τῆς τοῦ λόγου δυνάμεως, νικῶν δὲ δι ἀνδρείαν καὶ στρατηγίαν.
διόπερ οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι μεγάλης ἐτύγχανεν ἀποδοχῆς. καὶ τὰ μὲν περὶ Τιμόθεον ἐν τούτοις ἦν. ἅμα δὲ τούτοις πραττομένοις Θηβαῖοι μὲν ἐστράτευσαν ἐπ Ὀρχομενὸν ἐπιλέκτοις ἀνδράσι πεντακοσίοις, καὶ συνετέλεσαν πρᾶξιν ἀξίαν μνήμης:
φρουρούντων γὰρ τὸν Ὀρχομενὸν Λακεδαιμονίων πολλοῖς στρατιώταις, καὶ τοῖς Θηβαίοις ἀντιταξαμένων, ἐγενήθη μάχη καρτερά, καθ ἣν οἱ Θηβαῖοι πρὸς διπλασίους συμβαλόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους. οὐδέποτε γὰρ τοῦτο συνέβη γενέσθαι κατὰ τοὺς ἐπάνω χρόνους, ἀλλ ἀγαπητὸν ὑπάρχειν ἐδόκει τὸ πολλοὺς ὀλίγους νικῆσαι. διὸ καὶ φρονήματος ἐπίμπλαντο Θηβαῖοι, καὶ τὴν ἀνδρείαν εἶχον μᾶλλον περιβόητον, καὶ φανεροὶ καθειστήκεισαν ἀμφισβητήσοντες τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
τῶν δὲ συγγραφέων Ἑρμείας ὁ Μεθυμναῖος τὴν τῶν Σικελικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφε, γράψας βύβλους δέκα, ὡς δέ τινες διαιροῦσι, δώδεκα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기