호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μὲν γὰρ πρῶτον ἐν Λεύκτροις ἡττηθέντες πολλοὺς ἀπώλεσαν τῶν πολιτῶν, ἐν οἷς καὶ ὁ βασιλεὺς αὐτῶν Κλεόμβροτος ἔπεσε:? μετὰ δὲ ταῦτα περὶ Μαντίνειαν πολεμήσαντες τοῖς ὅλοις ἐσφάλησαν καὶ τὴν ἡγεμονίαν ἀνελπίστως ἀπέβαλον. ἀγαθὴ γὰρ ἡ τύχη τοὺς μέγα φρονοῦντας παραδόξως σφῆλαι καὶ διδάξαι μηδὲν ἄγαν κατελπίζειν. ὁ γοῦν Ἀγησίλαος ἐχεφρόνως ἀρκεσθεὶς τῷ πρώτῳ προτερήματι, τὴν δύναμιν ἀσινῆ διεφύλαξεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기