- 텍스트

Diodorus Siculus, Library, book xv, chapter 29

(디오도로스 시켈로스, Library, book xv, chapter 29)

ἅμα δὲ τούτοις πραττομένοις Ἄκορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤθροισε:? μεγάλους γὰρ μισθοὺς τοῖς ὑπακούουσι προτιθείς, συχνοὺς δ εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν Ἑλλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν. οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν Ἀθηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπ ἀρετῇ μεγάλην περιπεποιημένον.

οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατ Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας. Φαρνάβαζος δ ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον χρησίμων:

ἐξέπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν Ἰφικράτην αὑτῷ δοῦναι. οἱ δ Ἀθηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσθαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασθαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν Ἰφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις.

τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν.

μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφ ἡγεμονίας, φύσει δ ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσθαι τὸν Πειραιᾶ. ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσθαι τὸν Πειραιᾶ:

καταφανὴς δὲ γενόμενος Ἀθηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλθεν. κατηγορηθεὶς δ ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύθη. διόπερ οἱ Ἀθηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων.

κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόθεον καὶ Χαβρίανκαὶ Καλλίστρατον. ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας. προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν. ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔθεντο μηδένα τῶν Ἀθηναίων γεωργεῖν ἐκτὸς τῆς Ἀττικῆς.

διὰ δὲ ταύτης τῆς φιλανθρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν. πολλαὶ μὲν οὖν καὶ τῶν ἄλλων πόλεων διὰ τὴν εἰρημένην αἰτίαν προεκλήθησαν πρὸς τοὺς Ἀθηναίους ἀποκλῖναι, πρῶται δὲ καὶ προθυμότατα συνεμάχησαν αἱ κατὰ τὴν Εὔβοιαν οἰκοῦσαι χωρὶς Ἑστιαίας:

αὕτη γὰρ εὐηργετημένη μὲν ὑπὸ Λακεδαιμονίων μεγάλα, πεπολεμημένη δὲ δεινῶς ὑπὸ Ἀθηναίων, εὐλόγως πρὸς μὲν Ἀθηναίους ἀδιάλυτον ἐφύλαττε τὴν ἔχθραν, πρὸς δὲ τοὺς Σπαρτιάτας βεβαίαν τὴν πίστιν διεφύλαττεν. οὐ μὴν ἀλλὰ τοῖς Ἀθηναίοις εἰς συμμαχίαν συνέβησαν ἑβδομήκοντα πόλεις καὶ μετέσχον ἐπ ἴσης τοῦ κοινοῦ συνεδρίου:

διὸ καὶ τοῖς Ἀθηναίοις αἰεὶ μᾶλλον τῆς δυνάμεως αὐξομένης, τοῖς δὲ Λακεδαιμονίοις ταπεινουμένης, ἐφάμιλλον τὴν ἰσχὺν τῶν πόλεων συνέβαινε γίνεσθαι. οἱ δ Ἀθηναῖοι, τῶν πραγμάτων αὐτοῖς κατὰ νοῦν προχωρούντων, δύναμιν ἐξέπεμψαν εἰς τὴν Εὔβοιαν τὴν παραφυλάξουσαν μὲν τοὺς συμμάχους, καταπολεμήσουσαν δὲ τοὺς ἐναντίους. κατὰ δὲ τὴν Εὔβοιαν βραχὺ μὲν πρὸ τούτων τῶν χρόνων Νεογένης τις ὄνομα μετ Ιἄσονος τοῦ Φεραίου συλλέξας στρατιώτας κατελάβετο τήν τε ἀκρόπολιν τῶν Ἑστιαιέων, καὶ τύραννον ἑαυτὸν ἀπέδειξε ταύτης τῆς χώρας καὶ τῆς τῶν Ὠρειτῶν πόλεως.

ἄρχοντος δ αὐτοῦ βιαίως καὶ ὑπερηφάνως Λακεδαιμόνιοι Θηριπίδην ἀπέστειλαν ἐπ αὐτόν. ὁ δὲ τὸ μὲν πρῶτον ἐπεχείρει λόγοις τὸν τύραννον ἐκχωρεῖν ἐκ τῆς ἀκροπόλεως:

ὡς δ οὐ προσεῖχε, παρακαλέσας τοὺς ἐγχωρίους πρὸς τὴν ἐλευθερίαν ἐξεπολιόρκησε τὸ χωρίον καὶ τοῖς Ὠρείταις τὴν ἐλευθερίαν ἀποκατέστησεν, δι ἣν αἰτίαν οἱ τὴν Ἑστιαιέων καλουμένην χώραν οἰκοῦντες οἰκείως διετέθησαν πρὸς τοὺς Σπαρτιάτας, καὶ βεβαίως ἐτήρουν τὴν φιλίαν. τῆς δ ὑπὸ τῶν Ἀθηναίων ἐκπεμφθείσης δυνάμεως ἡγούμενος Χαβρίας ἐπόρθησε τὴν Ἑστιαιῶτιν χώραν, καὶ τὴν καλουμένην μὲν Μητρόπολιν, κειμένην δ ἐπί τινος ἐρυμνοῦ λόφου, τειχίσας, ἀπέλιπεν ἐν αὐτῇ φρουράν, αὐτὸς δὲ ταῖς Κυκλάσι νήσοις ἐπιπλέων προσηγάγετο Πεπάρηθον καὶ Σκίαθον καί τινας ἄλλας τεταγμένας ὑπὸ Λακεδαιμονίοις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION