호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τοῦτον τὸν χρόνον οἱ βασιλεῖσ τῶν Λακεδαιμονίων διεφέροντο πρὸσ ἀλλήλουσ ταῖσ αἱρέσεσιν· Ἀγησίπολισ μὲν γάρ, εἰρηνικὸσ ὢν καὶ δίκαιοσ, ἔτι δὲ καὶ συνέσει διαφέρων, ἔφη δεῖν ἐμμένειν τοῖσ ὁρ́κοισ καὶ παρὰ τὰσ κοινὰσ συνθήκασ μὴ καταδουλοῦσθαι τοὺσ Ἕλληνασ· ἀδοξεῖν γὰρ ἀπεφήνατο τὴν Σπάρτην τοῖσ μὲν Πέρσαισ ἐκδότουσ πεποιημένην τοὺσ κατὰ τὴν Ἀσίαν Ἕλληνασ, αὐτὴν δὲ συσκευαζομένην τὰσ κατὰ τὴν Ἑλλάδα πόλεισ, ἐν ταῖσ κοιναῖσ συνθήκαισ ὀμόσασαν τηρήσειν αὐτονόμουσ. ὁ δ’ Ἀγησίλαοσ, ὢν φύσει δραστικόσ, φιλοπόλεμοσ ἦν καὶ τῆσ τῶν Ἑλλήνων δυναστείασ ἀντείχετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기