호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διόπερ Ἀμύντασ ἰδίαν τε δύναμιν συνεστήσατο καὶ τοὺσ Λακεδαιμονίουσ ποιησάμενοσ συμμάχουσ ἔπεισεν ἐξαποστεῖλαι στρατηγὸν καὶ δύναμιν ἀξιόλογον ἐπὶ τοὺσ Ὀλυνθίουσ. οἱ δὲ Λακεδαιμόνιοι κρίναντεσ ἀντέχεσθαι τῶν ἐπὶ Θρᾴκησ τόπων, κατέλεξαν στρατιώτασ ἔκ τε τῶν πολιτῶν καὶ παρὰ τῶν συμμάχων τοὺσ ἅπαντασ ὑπὲρ μυρίουσ· παραδόντεσ δὲ τὴν δύναμιν Φοιβίδᾳ τῷ Σπαρτιάτῃ προσέταξαν συμμαχεῖν τῷ Ἀμύντᾳ καὶ μετ’ ἐκείνου πολεμῆσαι τοὺσ Ὀλυνθίουσ. ἑτέραν δὲ δύναμιν ἐπὶ Φλιουντίουσ ἐκπέμψαντεσ καὶ μάχῃ νικήσαντεσ ἠνάγκασαν ὑποταγῆναι τοὺσ Φλιουντίουσ τοῖσ Λακεδαιμονίοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기