호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατηγόρει δ’ αὐτοῦ πρῶτον μὲν ὅτι δυνάμενοσ ἑλεῖν τὴν Σαλαμῖνα τοῦτο μὲν οὐ συντελεῖ, πρεσβείασ δὲ προσδέχεται παρ’ αὐτοῦ καὶ συλλαλεῖ περὶ κοινοπραγίασ, ὁμοίωσ δὲ καὶ πρὸσ Λακεδαιμονίουσ συντίθεται συμμαχίαν ἰδίᾳ, φίλοσ ὢν αὐτῶν· ὡσ καὶ Πυθώδε τινὰσ ἔπεμψεν ἐρησομένουσ τὸν θεὸν περὶ τῆσ ἐπαναστάσεωσ, τὸ δὲ μέγιστον, ὅτι τοὺσ ἡγεμόνασ τῶν δυνάμεων ἰδίουσ εὐνοίαισ κατασκευάζει, τιμαῖσ καὶ δωρεαῖσ, ἔτι δ’ ἐπαγγελίαισ προσαγόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기