호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅμα δὲ τούτοισ πραττομένοισ Λακεδαιμόνιοι μὲν ἔγνωσαν στρατεύειν ἐπὶ τὴν Μαντίνειαν, οὐδὲν φροντίσαντεσ τῶν γεγενημένων σπονδῶν, διὰ τοιαύτασ αἰτίασ. προϋπαρχούσησ τοῖσ Ἕλλησι κοινῆσ εἰρήνησ τῆσ ἐπὶ Ἀνταλκίδου, καθ’ ἣν αἱ πόλεισ ἅπασαι τὰσ μὲν φρουρὰσ ἀπετρίψαντο, τὴν δ’ αὐτονομίαν καθ’ ὁμολογίαν παρέλαβον, Λακεδαιμόνιοι φύσει φιλαρχοῦντεσ καὶ πολεμικοὶ ταῖσ αἱρέσεσιν ὄντεσ, τὴν εἰρήνην ὥσπερ βαρὺ φορτίον οὐχ ὑπέμενον, τὴν δὲ προγεγενημένην τῆσ Ἑλλάδοσ δυναστείαν ἐπιποθοῦντεσ μετέωροι ταῖσ ὁρμαῖσ ὑπῆρχον πρὸσ καινοτομίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기