호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ’ ἄρχοντοσ γὰρ Ἀθήνησι Μυστιχίδου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχουσ τρεῖσ κατέστησαν, Μάρκον Φούριον, ἔτι δὲ Γάιον καὶ Αἰμίλιον. ἐπὶ δὲ τούτων Ἀρταξέρξησ ὁ τῶν Περσῶν βασιλεὺσ ἐστράτευσεν ἐπ’ Εὐαγόραν τὸν Κύπρου βασιλέα. πολὺν δὲ χρόνον ἀσχοληθεὶσ περὶ τὰσ εἰσ τὸν πόλεμον παρασκευὰσ συνεστήσατο δύναμιν ναυτικήν τε καὶ πεζὴν μεγάλην· τὸ μὲν γὰρ πεζὸν στράτευμα μυριάδων ἦν τριάκοντα σὺν ἱππεῦσι, τριήρεισ δὲ κατεσκεύασε πλείουσ τῶν τριακοσίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기