호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς Πέρσαι Εὐαγόραν ἐν τῇ Κύπρῳ διεπολέμησαν. ὡς Λακεδαιμόνιοι παρὰ τὰς κοινὰς ὁμολογίας Μαντινεῖς μετῴκισαν ἐκ τῆς πατρίδος. περὶ τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων. περὶ τῆς Τιριβάζου συλλήψεως καὶ τῆς ἀπολύσεως αὐτοῦ. περὶ τοῦ Γλῶ θανάτου καὶ τῆς Ὀρόντου καταγνώσεως. ὡς Ἀμύντας καὶ Λακεδαιμόνιοι πρὸς Ὀλυνθίους ἐπολέμησαν. ὡς Λακεδαιμόνιοι τὴν Καδμείαν κατελάβοντο. ὡς τὰς Ἑλληνίδας πόλεις παρὰ τὰς συνθήκας κατεδουλώσαντο. κτίσις Φάρου νήσου κατὰ τὸν Ἀδρίαν. Διονυσίου στρατεία εἰς τὴν Τυρρηνίαν καὶ σύλησις τοῦ ἱεροῦ. στρατεία Διονυσίου ἐπὶ Καρχηδονίους, καὶ νίκη καὶ ἧττα. ὡς Θηβαῖοι τὴν Καδμείαν ἀνεκτήσαντο. ὡς Καρχηδόνιοι λοιμικῇ νόσῳ περιπεσόντες ἐκινδύνευσαν. περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχθέντων ἐν αὐτῷ. Τριβαλλῶν στρατεία ἐπὶ Ἄβδηρα. στρατεία Περσῶν ἐπ Αἴγυπτον. ὡς Θηβαῖοι Λακεδαιμονίους ἐπιφανεστάτῃ μάχῃ νικήσαντες ἐν Λεύκτροις ἀντεποιήσαντο τῆς τῶν Ἑλλήνων ἡγεμονίας. τὰ πραχθέντα Θηβαίοις κατὰ τὰς εἰς Πελοπόννησον εἰσβολάς. περὶ τῆς Ἰφικράτους ἀγωγῆς καὶ τῶν εὑρημένων ὑπ αὐτοῦ κατὰ τὰς στρατείας. στρατεία Λακεδαιμονίων ἐπὶ Κόρκυραν. περὶ τοῦ γενομένου σεισμοῦ καὶ κατακλυσμοῦ περὶ τὴν Πελοπόννησον καὶ τῆς φανείσης ἐν οὐρανῷ λαμπάδος. ὡς παρὰ τοῖς Ἀργείοις ἐγένετο πολὺς φόνος ὁ κληθεὶς σκυταλισμός. περὶ Ιἄσονος τοῦ Φερῶν τυράννου καὶ τῶν διαδόχων αὐτοῦ. Μεσσήνης συνοικισμὸς ὑπὸ Θηβαίων. στρατεία Βοιωτῶν εἰς Θετταλίαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기