호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν οὖν δειπνοσοφιστῶν ὁ μέν τις ἔλεγε τῶν σκολίων τόδε, ὁ δέ τις τόδε:? πάντα δ ἦν τὰ λεχθέντα ταῦτα: α# Παλλὰς Τριτογένει, ἄνασσ1 Ἀθηνᾶ,2 ὄρθου τήνδε πόλιν τε καὶ πολίτας, ἄτερ ἀλγέων καὶ στάσεων καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ. β πλούτου μητέρ Ὀλυμπίαν ἀείδω Δήμητρα στεφανηφόροις ἐν ὡρ´αις, σέ τε, παῖ Διός, Φερσεφόνη : χαίρετον, εὖ δὲ τάνδ ἀμφέπετον πόλιν. γ# ἐν Δήλῳ ποτ ἔτικτε παῖδα Λατώ, Φοῖβον χρυσοκόμαν, ἄνακτ Ἀπόλλω,9 ἐλαφηβόλον τ ἀγροτέραν Ἄρτεμιν, ἃ γυναικῶν μέγ ἔχει κράτος. δ# ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς, ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις, γελάσειας, ὦ Πάν, ἐπ ἐμαῖς εὔφροσι ταῖσδ ἀοιδαῖς κεχαρημένος. ε# ἐνικήσαμεν ὡς ἐβουλόμεσθα,5 καὶ νίκην ἔδοσαν θεοὶ φέροντες παρὰ Πανδρόσου ὡς φίλην Ἀθηνᾶν. ᾿ ὁ ς εἶθ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντ, ἔπειτα τὸν νοῦν ἐσιδόντα,7 κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί. ζ# ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ καλὸν φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως, καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ:
ἀμπέλω,1 τούτῳ δεσπότας μνοίας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός, πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν καὶ μέγαν βασιλῆα φωνέοντες. Αἰσθέντος δὲ τούτου καὶ πάντων ἡσθέντων ἐπ αὐτῷ καὶ μνημονευσάντων ὅτι καὶ ὁ καλὸς Πλάτων αὐτοῦ μέμνηται ὡς ἄριστα εἰρημένου, ὁ Μυρτίλος ἔφη Ἀναξανδρίδην αὐτὸ διακεχλευακέναι τὸν κωμῳδιοποιὸν ἐν Θησαυρῷ λέγοντα οὕτως:
ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὀ`ν ὠνόμασεν ὀρθῶς :
δεύτερον δ εἶναι καλόν, τρίτον δὲ πλουτεῖν, τοῦθ, ὁρᾷς, ἐμαίνετο: μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον. ἑξῆς δ ἐλέχθη καὶ τάδε:
η# 3 ἐκ γῆς χρὴ κατίδην πλόον, εἴ τις δύναιτο καὶ παλάμην ἔχοι. ἐπεὶ δὲ κ ἐν πόντῳ γένηται, τῷ παρεόντι τρέχειν ἀνάγκη. θ# ὁ δὲ καρκίνος ὧδ ἔφη, χαλᾷ τὸν ὄφιν λαβών εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν καὶ μὴ σκολιὰ φρονεῖν. ι# ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτε τὸν τύραννον κτανέτην ἰσονόμους τ Ἀθήνας ἐποιησάτην. ια# φίλταθ Ἁρμόδι, οὒ τί που τέθνηκας νήσοις δ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα περ ποδώκης Ἀχιλεύς,4 Τυδείδην τέ φασι τὸν ἐσθλὸν Διομήδεα.
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτ Ἀθηναίης ἐν θυσίαις ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην. ιγ αἰεὶ σφῷν κλέος ἔσσεται κατ αἰᾶν, φίλταθ Ἁρμόδιος καὶ ι Ἀριστογείτων: ὅτι τὸν τύραννον κτανέτην ἰσονόμους τ Ἀθήνας ἐποιησάτην. ιδ# Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλει,7 τῶν δειλῶν δ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. ιε# παῖ Τελαμῶνος, Αἰᾶν αἰχμητά, λέγουσί σε ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ Ἀχιλλέα.
3 ις τὸν Τελαμῶνα πρῶτον, Αἰάντα δὲ δεύτερον ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ Ἀχιλλέα. 3 ιζ εἴθε λύρα καλὰ γενοίμαν ἐλεφαντίνα,5 καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν. ιη# εἴθ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον. ιθ# σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει,7 σύν μοι μαινομένῳ μαίνεο,8 σὺν σώφρονι σωφρόνει.
9 κ# ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ, ὑποδύεται. φράζευ μή σε βάλῃ: τῷ δ ἀφανεῖ πᾶς ἕπεται δόλος. κα# ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ ἔραται λαβεῖν κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω,1 τὴν δ ἔραμαι λαβεῖν. κβ# πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ1 ἐμπεδέως ἔθος: ἐν ταὐτᾷ πυέλῳ τὸν τ ἀγαθὸν τόν τε κακὸν λόει.
κγ# ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ ἐπιλήθου, εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν. κδ# αἰαῖ Λειψύδριον προδωσέταιρον,4 οἱούς ἄνδρας ἀπώλεσας, μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότ ἔδειξαν οἱών πατέρων κύρησαν. 8 κε# ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλαν ἔχει τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ ἐμὸν νόον. σκόλιον δὲ φασί τινες καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν.
ἔχει δ οὕτως: ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기