호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα καὶ περὶ μύρων ἐλέχθη.? καὶ μετὰ ταῦτα πλείστων τῶν μὲν Ἀγαθοῦ Δαίμονος αἰτούντων ποτήριον, τῶν δὲ Διὸς Σωτῆρος, ἄλλων δὲ Ὑγιείας καὶ ἑτέρων ἑτέρους ἐπιλεγόντων, τοὺς τούτων τῶν κράσεων μεμνημένους τῶν ποιητῶν ἔδοξεν παρατίθεσθαι, ὧν καὶ αὐτῶν μνησθήσομαι, ι Ἀντιφάνης μὲν γὰρ ἐν Ἀγροικίσιν ἔφη: Ἁρμόδιος ἐπεκαλεῖτο,4 παιὰν ᾔδετο, μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις. Ἄλεξις δ ἐν Τοκιστῇ ἢ Καταψευδομένῳ: ἀλλ ἔγχεον αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ, οὐδὲν μ ὀνήσει. α. πῖθι θαρρῶν. Νικόστρατος Πανδρόσῳ: κἀγώ, φιλτάτη μετανιπτρίδ αὐτῷ τῆς Ὑγιείας ἔγχεον. β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. α. φέρε, τύχάγαθῇ. τύχη τὰ θνητῶν πράγμαθ, ἡ πρόνοια δὲ τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ. ἐν δὲ τῷ αὐτῷ δράματι καὶ τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως μνημονεύει, ἧς καὶ σχεδὸν πάντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί.
ἀλλ ὅ γε Νικόστρατος οὕτως φησὶν ἄλλ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών. ἱκανῶς κεχόρτασμαι γάρ. ἀγαθοῦ Δαίμονος δέχομαι, λαβοῦσ1 ἀπένεγκε ταύτην ἐκποδών Ξέναρχος ἐν Διδύμοις: ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι. β.
ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς. α. ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε ἀπώλεσε ναύτην καὶ κατεπόντωσὲν μ,6 ὁρᾷς. Ἔριφος Μελιβοίᾳ: ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτα Δαίμονος λαβεῖν, πρὶν Διὸς σωτῆρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기