- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 44

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 44)

παμπόλλου δ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη, καὶ ὡς μὲν Ἵππαρχός φησιν ἐν Παννυχίδι, ε μνῶν, ὡς δὲ Μένανδρος ἐν Μισογύνῃ, ι Ἀντιφάνης δ ἐν Φρεαρρίῳ στακτῆς τοῦ μύρου μνημονεύων φησίν στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ οὐδαμῶς.? οὐ μόνον δὲ τὸ τῶν Σαρδιανῶν γένος φιλόμυρον ἦν, ὡς Ἄλεξίς φησιν ἐν Ἐκπωματοποιῷ: ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος, ἀλλὰ καὶ αὐτοὶ οἱ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι, παρ οἷς ἀνυπερβλήτου τιμῆς, ὡς προείρηται, τῶν μύρων ὑπαρχούσης οὐκ ἀπείχοντο τῆς χρήσεως,1 ὥσπερ οὐδὲ ἡμεῖς νῦν οὕτω πολυτίμων τῶν καλλίστων ὑπαρχόντων ὡς λῆρον εἶναι τὰ ἐν τῷ Εἰσοικιζομένῳ Ἀλέξιδος ταυτί3, οὐ γὰρ ἐμυρίζετ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον, ἰδίᾳ ὁ δ ἑκάστην. πετόμεναι δ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.

μή μοι φθονήσητ, ἄνδρες Ἑλλήνων ἄκροι:

ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION