호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ Οὐλπιανός, τὸν στρούθινον καλούμενον, οὗ μέμνηται μὲν ὁ Ἀσκληπιάδης, παρατιθέμενος τὰ ἐκ τῶν Εὐβούλου Στεφανοπωλίδων ταῦτα:? ὦ μάκαρ, ἥτις ἔχουσ1 ἐνὶ δωματίῳ στρουθίον: ἀεροφόρητον λεπτότατον περὶ σῶμα συνίλλεται ἡδύπνοον περὶ νυμφίον εὔτριχα, κισσὸς ὅπως Καλάμῳ περιφύεται αὐξόμενος ἐάρος ὀλολυγόνος ἔρωτι κατατετηκώς. "ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, ὃ τῇ μὲν ὄψει καλὸν ἄνθος, ἀόσμον δέ. Γαλήνη δ ἡ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει. πόθος. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις: καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε: "τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς ἄνθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος, οὗτος δὲ ἐστι διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ ἕτερος ἄχρως, ἔκλευκος,1 ᾧ χρῶνται πρὸς τοὺς τάφους.
καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους: Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις στέφανον πολυποίκιλον ἀνθέων, ὑγρότατον,2 χαριέστατον, ὦ Ζεῦ: τί γάρ· αὐτὸν ἔχουσα φιλήσει. κἀν τοῖς ἑξῆς τάδε φησί:
στεφάνους ἴσως βούλεσθε: πότερ ἑρπυλλίνους ἢ μυρτίνους ἢ τῶν διηνθεμισμένων· β. τῶν μυρτίνων βουλόμεθα τουτωνί: σὺ δὲ τὰ γ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기