- 텍스트

Athenaeus, The Deipnosophists, Book 15, book 15, chapter 4

(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 4)

ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους.? ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ: : τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι· ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι. Ἀντιφάνης δ ἐν Ἀφροδίτης Γοναῖς: τονδὶ λέγω, σὺ δ οὐ συνιεῖς· κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν ᾠὰ μὲν πέντε νικητήριον. β. περὶ τοῦ· γελοῖον. κοτταβιεῖ δὲ τίνα τρόπον· α. ἐγὼ διδάξω καθ ἕν ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν β. πλάστιγγα ποίαν· τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις· α.

τοῦτ ἐστὶ πλάστιγξ οὗτος ὁ κρατῶν γίγνεται. β. πῶς δ εἴσεταί τις τοῦτ· α. ἐὰν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης· καὶ μετ ὀλίγα : ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολὺν ἔπειτ ἀφήσεις. Β.

τίνα τρόπον· α. δεῦρο βλέπε: τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. α. οὕτω ποιήσεις. β. ἀλλ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσ1. α. ἀλλὰ μάνθανε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION