- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 83

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 83)

"ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ οὐκ ἔστι.? "ἀφίησι δ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους: "τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες: "καυλοὺς δὲ τοὺς καλουμένους κάκτους, ἐδώδιμοι δ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. "τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ, ἐδώδιμον καὶ τοῦτο: "καλοῦσι δ αὐτὸ ἀσκάληρον. τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακράν, ὄντων τῆς Σικελίας, περιφανῶς δ ὑπὸ τῶν Ἑλλήνων κινάραν ὀνομαζομένην· ἀλλαγῇ] γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἰή.

σαφῶς δ ἡμᾶς διδάσκει καὶ Ἐπίχαρμος μετὰ τῶν ἐδωδίμων λαχάνων καὶ τὴν κάκτον καταλέγων οὕτως μήκων μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν ἐντὶ λαχάνοις εἶτα προιών αἲ κά τις ἐκτρίψας καλῶς παρατιθῇ νιν, ἁδὺς ἐστ αὐτὸς δ ἐφ αὑτοῦ χαιρέτω, καὶ πάλιν θρίδακας, ἐλάταν, σχῖνον, . . , ῥαφανίδας, κάκτους καὶ πάλιν ὁ δέ τις ἀγρόθεν ἐοίκε μάραθα καὶ κάκτους φέρειν, ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ, ἀτράκτυλον, πτέριν, κάκτον, ὀνόπορδον. καὶ Φιλίτας ὁ Κῷος:

γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα, ὀξείης κάκτου τύμμα φυλαξαμένη.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION