- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 81

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 81)

Δίφιλος δέ φησιν ὡς ὁ τῆς θρίδακος καυλὸς πολύτροφὸς ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων ταῦτα δὲ πνευματικώτερὰ ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα.? κοινῶς μέντοι ἡ θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική, εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς, ἡ δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα, ἡ δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος, ὕπνον τε ποιεῖ, ἡ δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι, , καὶ αἱ μὲν θερινοὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωρινοὶ ἄτροφοι καὶ ἀχυλότεραι. ὁ δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίας ἱστορεῖ, κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον.

Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION