- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 44

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 44)

ἐρέβινθοι.? Κρώβυλος: φαγόντες χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον, κενὸν ὅλως. β. τράγημα δέ ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς. Ὅμηρος: θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι. Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις: πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὡρ´ῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ ἐρεβίνθους: τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε· πηλίκος ἦσθ ὅθ ὁ Μῆδος ἀφίκετο· Σαπφώ: χρύσειοι ἐρέβινθοι ἐπ ἀιόνων ἐφύοντο. Θεόφραστος δ ἐν φυτικοῖς τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς, καὶ Σώφιλος: ὁ πατήρ ὁ ταύτης πολὺ μέγιστός ἐστι κριὸς ἐρέβινθος. Φαινίας δ ἐν τοῖς περὶ φυτῶν φησι: "τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα. Ἄλεξις: γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς χἤδ ἡ χρηστή, πένθ οἱ πάντες, τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς.

φθόγγους δ ἀλύρους θρηνοῦμεν ἐπὰν μηδὲν ἔχωμεν χρῶμα δ ἀσίτων ἡμῶν ὄντων γίνεται ὠχρόν. τὰ μέρη δ ἡμῶν χἠ σύνταξις τοῦ βίου ἐστὶν κύαμος, θέρμος, λάχανον, γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς. Φερεκράτης τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.

"οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί. κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός: κρείττους δ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὑρ´ημα οἱ ἐρέβινθοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION