- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 39

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 39)

ἀμυγδαλαῖ.? ὅτι αἱ Νάξιαι ἀμυγδάλαι διὰ μνήμης ἦσαν τοῖς παλαιοῖς: καὶ γίνονται ὄντως ἐν Νάξῳ τῇ νήσῳ διάφοροι, ὡς ἐμαυτόν, φησί, πείθω. Φρύνιχος τοὺς δὲ γομφίους ἅπαντας ἐξέκοψεν, ὥστ οὐκ ἂν δυναίμην Ναξίαν ἀμυγδάλην κατᾶξαι. διάφοροι δ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ: παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι. ἐπακτικώτατα δὲ πρὸς πότον τὰ ἀμύγδαλα προεσθιόμενα.

Εὔπολις: δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας οἶνόν τε πίνειν Ναξίων ἀπ ἀμπέλων. ἦν δέ τις ἄμπελος Ναξία καλουμένη, Πλούταρχος δὲ ὁ Χαιρωνεύς φησι παρὰ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ ἰατρόν τινα ὑπερβάντα πάντας ἐν τῷ πίνειν φωραθῆναι πρὸ τοῦ πότου προεσθίοντα πικρὰς ἀμυγδάλας πέντε ἢ ἕξ: ἅσπερ κωλυθεὶς προσενέγκασθαι οὐδὲ πρὸς τὸ μικρότατον ἀντέσχε τοῦ πότου, αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα. κληθῆναι δὲ ἀμυγδάλην φησὶν Ἡρωδιανὸς ὁ Ἀλεξανδρεὺς παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς.

ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων, φησί που Φιλήμων φηγοὶ Πανὸς ἄγαλμα, φησὶ Νίκανδρος ἐν β Γεωργικῶν. ὅτι καὶ οὐδετέρως ἀμύγδαλα λέγεται, Δίφιλος: τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION