호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων.? Κρατῖνος: γαυριῶσαι δ ἀναμένουσιν ὧδ ἐπηγλαισμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν δυσχεραίνει ὁ παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει: "τήμερον ἐγὼ πράγματα ἕξω ἐξ ἀπραξίας πόθεν γὰρ τούτῳ ὁ τρίπους· "εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας. ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι - τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ ὁ μουσικώτατος ἐν ζ Ἀναβάσεως γράφει: "τρίποδες εἰσηνέχθησαν πᾶσιν οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων. καὶ ἐπάγει: "μάλιστα δ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο. Ἀντιφάνης : ἐπεὶ δ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ εἴχομεν.
Εὔβουλος: τρίποδες οὗτοι πέντε σοι καὶ πέντε Β. πεντηκοστολόγος γενήσομαι. Ἐπίχαρμος: τί δὲ τόδὲ ἐστί· β. δηλαδὴ τρίπους. α. τί μὰν ἔχει πόδας τέτορας· οὔκ ἐστιν τρίπους, ἀλλ ἐστὶν οἶμαι τετράπους. β. ἐστὶ δ ὄνομ αὐτῷ τρίπους, τέτοράς γε μὰν ἔχει πόδας. α. Οἰδίπους τοίνυν ποτ ἦν, αἴνιγμά τοι νοεῖς. Ἀριστοφάνης: τράπεζαν ἡμῖν εἴσφερε τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ χέτω. β.
καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기