호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας.? πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἱο῀ν γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται, καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι: καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ ἐκτὸς ἐλαίῳ.
καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος, τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ ἀρίστῳ λέγων ἀνόσους διατελεῖν. Λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους οἰκοῦσι δ οὗτοι περὶ Σαρδόνα διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι: πλεῖστον δὲ τοῦτο γίνεται παρ αὐτοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기