호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὦ Παρμενίων, γιγνώσκω· "αἰσχύνομαι δέ, εἰ τὸν μὲν Ἑλλήσποντον διέβην εὐπετῶσ, τοῦτο δέ, σμικρὸν ῥεῦμα, ‐ οὕτω τῷ ὀνόματι τὸν Γράνικον ἐκφαυλίσασ, ‐ εἴρξει ἡμᾶσ τὸ μὴ οὐ διαβῆναι ὡσ ἔχομεν. "καὶ τοῦτο οὔτε πρὸσ Μακεδόνων τῆσ δόξησ οὔτε πρὸσ τῆσ ἐμῆσ ἐσ τοὺσ κινδύνουσ ὀξύτητοσ ποιοῦμαι· "ἀναθαρρήσειν τε δοκῶ τοὺσ Πέρσασ ὡσ ἀξιομάχουσ Μακεδόσιν ὄντασ, ὅτι οὐδὲν ἄξιον τοῦ σφῶν δέουσ ἐν τῷ παραυτίκα ἔπαθον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기