호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"Εἰ μὲν δὴ μηδὲν ἔτι εἰσ δουλείαν εἰργάζετο ὁ Καῖσαρ, ἐπιωρκήσαμεν· εἰ δὲ οὔτε τὰσ ἀρχὰσ τὰσ ἐν ἄστει οὔτε τὰσ τῶν ἐθνῶν ἡγεμονίασ οὔτε στρατείασ ἢ ἱερωσύνασ ἢ κληρουχίασ ἢ τιμὰσ ἄλλασ ὑμῖν ἀπέδωκεν οὐδὲ προεβούλευεν ἡ βουλὴ περὶ οὐδενὸσ οὐδ’ ὁ δῆμοσ ἐπεκύρου, ἀλλὰ πάνθ’ ὁ Καῖσαρ ἦν ἅπασιν ἐξ ἐπιτάγματοσ καὶ οὐδὲ κόροσ αὐτῷ τοῦ κακοῦ τισ ἐγίγνετο, οἱο͂σ ἐγένετο Σύλλᾳ, ἀλλ’ ὁ μὲν τοὺσ ἐχθροὺσ καθελὼν ἀπέδωκεν ὑμῖν τὴν πολιτείαν, ὁ δ’ ἐπὶ ἄλλην στρατείαν χρόνιον ἀπιὼν ἐσ πενταετὲσ ὑμῶν τὰ ἀρχαιρέσια προελάμβανε, ποία ταῦτα ἦν ἐλευθερία, ἧσ οὐδ’ ἐλπὶσ ὑπεφαίνετο ἔτι; τί δὲ οἱ τοῦ δήμου προστάται Καισήτιοσ καὶ Μάρυλλοσ; οὐχ ἱερὰν καὶ ἄσυλον ἄρχοντεσ ἀρχὴν ἐξηλαύνοντο σὺν ὕβρει; καὶ ὁ μὲν νόμοσ ὁ τῶν προγόνων καὶ ὁ ὁρ́κοσ οὐδ’ ἐπάγεσθαι δίκην ἔτι οὖσι δημάρχοισ ἐπιτρέπουσιν· ὁ δὲ Καῖσαρ αὐτοὺσ ἐξήλασεν, οὐδὲ δίκην ἐπαγαγών. "Πότεροι οὖν ἐσ τοὺσ ἀσύλουσ ἡμάρτανον; ἢ Καῖσαρ μὲν ἱερὸσ καὶ ἄσυλοσ, ὅτῳ ταῦτα οὐχ ἑκόντεσ, ἀλλ’ ὑπ’ ἀνάγκησ οὐδὲ πρὶν ἐπελθεῖν αὐτὸν ἐσ τὴν πατρίδα σὺν ὅπλοισ καὶ τοσούσδε καὶ τοιούσδε ἀγαθοὺσ πολίτασ κατακανεῖν, ἐθέμεθα· τὴν δὲ τῶν δημάρχων ἀρχὴν οὐχ ἱερὰν καὶ ἄσυλον οἱ πατέρεσ ἡμῶν ἐν δημοκρατίᾳ χωρὶσ ἀνάγκησ ὤμοσάν τε καὶ ἐπηράσαντο ἐσ ἀεὶ ἔσεσθαι; ποῦ δὲ οἱ φόροι τῆσ ἡγεμονίασ καὶ λογισμοὶ συνεφέροντο; τίσ δ’ ἡμῶν ἀκόντων ἤνοιγε τὰ ταμιεῖα; τίσ τῶν ἀψαύστων καὶ ἐπαράτων ἐκίνει χρημάτων καὶ ἑτέρῳ δημάρχῳ κωλύοντι θάνατον ἠπείλει;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기