호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῷ βουλευτηρίῳ βραχὺ μὲν ἦν τὸ καθαρεῦον σπουδῆς βιαίου καὶ ἀγανακτοῦν, οἱ δὲ πλέονες σὺν παρασκευῇ ποικίλῃ τοῖς ἀνδροφόνοις συνήργουν.? καὶ πρῶτα μὲν αὐτοὺς ἀξιοπίστως ἠξίουν καὶ παρεῖναι σφίσι καὶ συνεδρεύειν, ἐξ ὑπευθύνων ἐς κριτὰς μεταφέροντες. καὶ ὁ Ἀντώνιος οὐκ ἐκώλυεν, εἰδὼς οὐκ ἐλευσομένους: οὐδὲ ἦλθον. εἶτα ἐπὶ διαπείρᾳ τῆς βουλῆς οἱ μὲν αὐτῶν μάλα θρασέως τὸ πεπραγμένον ἐπῄνουν ἄντικρυς καὶ τοὺς ἄνδρας ἐκάλουν τυραννοκτόνους καὶ γεραίρειν ἐκέλευον, οἱ δὲ τὰ μὲν γέρα περιῄρουν, ὡς οὐδὲ ἐκείνων δεομένων οὐδὲ ἐπὶ τῷδε αὐτὰ πραξάντων. εὐφημεῖν δὲ μόνον αὐτοὺς ἐδικαίουν ὡς εὐεργέτας: οἱ δὲ καὶ τὴν εὐφημίαν ὑπανῄρουν καὶ φείδεσθαι μόνον αὐτῶν ἠξίουν. Καὶ οἱ μὲν τάδε ἐτέχναζον καὶ περιεώρων, ὅ τι πρῶτον αὐτῶν ἐνδεξαμένη μάλιστα ἡ βουλὴ πρὸς τὰ λοιπὰ κατ ὀλίγον εὐεπιχείρητος αὑτοῖς ἔσοιτο: οἱ δὲ καθαρώτεροι τὸ μὲν ἔργον ὡς ἄγος ἀπεστρέφοντο, αἰδοῖ δὲ μεγάλων οἴκων περισῴζειν αὐτοὺς οὐκ ἐκώλυον, ἠγανάκτουν δέ, εἰ καὶ τιμήσουσιν ὡς εὐεργέτας. οἱ δὲ ἀντέλεγον μὴ χρῆναι περισῴζοντας φθονεῖν τῶν περισσῶν ἐς ἀσφάλειαν. ὡς δέ τις εἶπε τὴν τούτων τιμὴν ὕβριν Καίσαρι φέρειν, οὐκ εἰών ἔτι τὸν τεθνεῶτα τῶν περιόντων προτιθέναι. ἑτέρου δὲ ἐγκρατῶς εἰπόντος, ὅτι χρὴ δύο τῶνδε πάντως τὸ ἕτερον, ἢ Καίσαρα τύραννον προαποφαίνειν ἢ τούτους ἐξ ἐλέου περισῴζειν, τούτου μόνου δεξάμενοι τὸ λεχθὲν οἱ ἕτεροι ᾔτουν σφίσι ψῆφον ἀναδοθῆναι περὶ τοῦ Καίσαρος ἐπὶ ὁρ´κῳ, καὶ εἰ καθαρῶς ἐθέλουσι κρῖναι, μηδέν αὑτοῖς ἐπιθεάσαι τὰ ἐξ ἀνάγκης ἐψηφισμένα ἄρχοντι ἤδη, ὧν οὐδὲν ἑκόντας οὐδὲ πρὶν ἢ δεῖσαι περὶ σφῶν αὐτῶν. ἀνῃρημένου τε Πομπηίου καὶ ἐπὶ Πομπηίῳ μυρίων ἄλλων, ψηφίσασθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기