호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅθεν οὐ δυσχερῶς ἐκ τοσῶνδε καὶ τοιῶνδε ἀνδρῶν πλῆθός τι τοῖς ἀμφὶ τὸν Κάσσιον ἐς τὴν ἀγορὰν εὐθὺς ἀγήγερτο:? οἳ καίπερ ὄντες ἔμμισθοι τὰ μὲν γενόμενα ἐπαινεῖν οὐκ ἐθάρρουν, δεδιότες τὴν Καίσαρος δόξαν καὶ τὸ πρὸς τῶν ἑτέρων ἐσόμενον, ὡς δ ἐπὶ συμφέροντι κοινῷ τὴν εἰρήνην ἐπεβόων καὶ θαμινὰ τοὺς ἄρχοντας ὑπὲρ αὐτῆς παρεκάλουν, τέχνασμα τοῦτο ἐς τὴν τῶν ἀνδροφόνων σωτηρίαν ἐπινοοῦντες: οὐ γὰρ ἔσεσθαι τὴν εἰρήνην μὴ γενομένης αὐτοῖς ἀμνηστίας. ὧδε δὲ αὐτοῖς ἔχουσι πρῶτος ἐπιφαίνεται Κίννας στρατηγός, οἰκεῖος ὢν ἐξ ἐπιγαμίας τῷ Καίσαρι, καὶ παρὰ δόξαν ἐπελθὼν ἐς μέσους τήν τε ἐσθῆτα τὴν στρατηγικὴν ἀπεδύσατο, ὡς παρὰ τυράννου δεδομένης ὑπερορῶν, καὶ τὸν Καίσαρα τύραννον ἐκάλει καὶ τοὺς ἀνελόντας τυραννοκτόνους, καὶ τὸ πεπραγμένον ἐσέμνυνεν ὡς ὁμοιότατον μάλιστα τῷ προγονικῷ καὶ τοὺς ἄνδρας ὡς εὐεργέτας καλεῖν ἐκέλευεν ἐκ τοῦ Καπιτωλίου καὶ γεραίρειν. καὶ Κίννας μὲν οὕτως ἔλεξεν, οἱ δὲ τὸ καθαρὸν τοῦ πλήθους οὐχ ὁρῶντες ἐπιμιγνύμενον αὑτοῖς οὐκ ἐκάλουν τοὺς ἄνδρας οὐδέ τι πλέον ἢ περὶ τῆς εἰρήνης μόνης αὖθις παρεκάλουν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기