호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φερομένου δὲ ἤδη τοῦ Καίσαρος, τῶν οἰκείων τις αὐτῷ περὶ τῆσδε τῆς ἐπιβουλῆς μαθὼν ἔθει μηνύσων, ὃ ἔμαθεν.? καὶ ὁ μὲν ἐς Καλπουρνίαν ἦλθε καὶ τοσόνδε μόνον εἰπών, ὅτι χρῄζοι Καίσαρος ὑπὲρ ἔργων ἐπειγόντων, ἀνέμενεν αὐτὸν ἐπανελθεῖν ἀπὸ τοῦ βουλευτηρίου, οὐκ εἰς τέλος ἄρα τὰ γιγνόμενα πάντα πεπυσμένος. ὁ δ ἐν Κνίδῳ γεγονὼς αὐτῷ ξένος Ἀρτεμίδωρος ἐς τὸ βουλευτήριον ἐσδραμὼν εὑρ῀εν ἄρτι ἀναιρούμενον. ὑπὸ δ ἄλλου καὶ βιβλίον περὶ τῆς ἐπιβουλῆς ἐπιδοθὲν αὐτῷ προθυομένῳ τοῦ βουλευτηρίου καὶ εὐθὺς ἐσιόντι, μετὰ χεῖρας εὑρέθη τεθνεῶτος. ἄρτι δ ἐκβαίνοντι τοῦ φορείου Λαίνας, ὁ τοῖς ἀμφὶ τὸν Κάσσιον πρὸ ὀλίγου συνευξάμενος, ἐντυχὼν διελέγετο ἰδίᾳ μετὰ σπουδῆς. καὶ τοὺς μὲν ἥ τε ὄψις αὐτίκα τοῦ γιγνομένου κατέπλησσε καὶ τὸ μῆκος τῆς ἐντεύξεως, καὶ διένευον ἀλλήλοις διαχρήσασθαι σφᾶς αὐτοὺς πρὸ συλλήψεως: προϊόντος δὲ τοῦ λόγου τὸν Λαίναν ὁρῶντες οὐ μηνύοντι μᾶλλον ἢ περί του δεομένῳ καὶ λιπαροῦντι ἐοικότα, ἀνέφερον, ὡς δ ἐπὶ τῷ λόγῳ καὶ ἀσπασάμενον εἶδον, ἀνεθάρρησαν. ἔθος δ ἐστὶ τοῖς ἄρχουσιν ἐς τὴν βουλὴν ἐσιοῦσιν οἰωνίζεσθαι προσιοῦσι. καὶ πάλιν τῶν ἱερῶν ἦν τῷ Καίσαρι τὸ μὲν πρῶτον ἄνευ καρδίας ἤ, ὡς ἕτεροι λέγουσιν, ἡ κεφαλὴ τοῖς σπλάγχνοις ἔλειπε. καὶ τοῦ μάντεως εἰπόντος θανάτου τὸ σημεῖον εἶναι, γελάσας ἔφη τοιοῦτον αὑτῷ καὶ περὶ Ἰβηρίαν γενέσθαι πολεμοῦντι Πομπηίῳ. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι καὶ τότε κινδυνεύσειε λαμπρῶς καὶ νῦν ἐπιθανατώτερον εἴν τὸ σημεῖον, αὖθις αὐτὸν ὁ Καῖσαρ ἐκέλευε θύεσθαι. καὶ οὐδενὸς οὐδ ὣς καλλιερουμένου, τὴν βουλὴν βραδύνουσαν αἰδούμενος καὶ ὑπὸ τῶν ἐχθρῶν ὡς φίλων ἐπειγόμενος ἐσῄει τῶν ἱερῶν καταφρονήσας: χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기