- 텍스트

Appian, The Civil Wars, book 2, chapter 14 2:

(아피아노스, The Civil Wars, book 2, chapter 14 2:)

οὐ πολὺ δὲ ὕστερον, αὐτοῦ τε Σκιπίωνος ὀκτὼ τέλεσι πεζῶν καὶ ἱππέων δύο μυριάσιν, ὧν οἱ πολλοὶ Λίβυες ἦσαν, πελτασταῖς τε πολλοῖς καὶ ἐλέφασιν ἐς τριάκοντα προσδοκωμένου παρέσεσθαι σὺν Ιὄβᾳ τῷ βασιλεῖ, καὶ τῷδε ἄγοντι πεζοὺς ἄλλους ἀμφὶ τρισμυρίους καὶ ἱππέας Νομάδας ἐς δισμυρίους καὶ ἀκοντιστὰς πολλοὺς καὶ ἐλέφαντας ἑξήκοντα ἑτέρους, ἡ στρατιὰ τοῦ Καίσαρος ἐδείμαινε καὶ ἐν σφίσιν αὐτοῖς ἐθορυβοῦντο κατά τε πεῖραν ὧν ἤδη πεπόνθεσαν καὶ κατὰ δόξαν τῶν ἐπιόντων τοῦ τε πλήθους καὶ ἀρετῆς, μάλιστα τῶν Νομάδων ἱππέων.? ὅ τε τῶν ἐλεφάντων πόλεμος ἀήθης σφίσιν ὢν ἐξέπλησσε. Βόκχου δ ἑτέρου Μαυρουσίων δυνάστου Κίρταν, ἣ βασίλειον ἦν Ιὄβα, καταλαβόντος, ὁ μὲν Ιὄβας, ἐξαγγελθέντος αὐτῷ τοῦδε, ἐς τὰ οἰκεῖα μάλιστα ἀνεζεύγνυ μετὰ τοῦ ἰδίου στρατοῦ, τριάκοντα ἐξ αὐτοῦ μόνους ὑπολιπὼν ἐλέφαντας τῷ Σκιπίωνι, ἡ δὲ στρατιὰ τοῦ Καίσαρος ἐς τοσοῦτον ἀνεθάρρησεν, ὡς τὸ πέμπτον τέλος αἰτῆσαν ἀντιταχθῆναι τοῖς ἐλέφασι κρατῆσαι πάνυ καρτερῶς: καὶ νῦν ἀπ ἐκείνου τῷδε τῷ τέλει ἐλέφαντες ἐς τὰ σημεῖα ἐπίκεινται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION