호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ μὲν τοσάδε εἰπὼν φυλακὴν ὅμως τῶν σκηνῶν κατέπεμπε δισχιλίους τοὺς πάνυ γέροντας:? καὶ αὐτῶν ὁ Πομπήιος Μακεδόνας μὲν καὶ Πελοποννησίους καὶ Βοιωτοὺς καὶ Ἀθηναίους, ἀποδεξάμενος τῆς εὐταξίας καὶ σιωπῆς, παρεστήσατο τῇ φάλαγγι τῇ Ἰταλικῇ, τοὺς δὲ ἄλλους, ὅπερ ὁ Καῖσαρ εἴκαζεν, ἔξω τάξεως ἐκέλευσε κατὰ φυλὰς ἐφεδρεύοντας, ὅταν ἐν χερσὶν ὁ ἀγὼν γένηται, κυκλοῦσθαι τοὺς πολεμίους καὶ διώκειν, ὅσα δύναιντο βλάπτοντας, καὶ τὸ στρατόπεδον αὐτὸ Καίσαρος ἀχαράκωτον ὀ`ν διαρπάζειν. οἱ δ ἐξιόντες τὸ τεῖχος ἤρειπον μετὰ σιωπῆς βαθυτάτης καὶ ἐς τὴν τάφρον αὐτὸ ἐνεχώννυον. ὁρῶν δ ὁ Πομπήιος, ἡγουμένων τινῶν ἐς φυγὴν αὐτοὺς συσκευάζεσθαι, συνίει τοῦ τολμήματος καὶ ἔστενε καθ αὑτόν, ὅτι χωροῦσιν ἐς χεῖρας θηρίοις, λιμὸν ἔχοντες, ἄξιον θηρίων φάρμακον. ἀλλ οὐ γὰρ ἦν ἀναδῦναι ἔτι, τῶν πραγμάτων ὄντων ἐπὶ ξυροῦ. διὸ δὴ καὶ τετρακισχιλίους τῶν Ἰταλῶν φύλακας τοῦ στρατοπέδου καταλιπὼν παρέτασσε τοὺς λοιποὺς ἐς τὸ μεταξὺ Φαρσάλου τε πόλεως καὶ Ἐνιπέως ποταμοῦ, ἔνθα καὶ ὁ Καῖσαρ ἀντιδιεκόσμει, τοὺς μὲν Ἰταλοὺς ἑκάτερος αὐτῶν ἐς τρία διαιρῶν ἐπὶ μετώπου, μικρὸν ἀλλήλων διεστῶτας, καὶ τοὺς ἱππέας ἐπὶ τοῖς κέρασι τοῖς κατὰ μέρη τάσσων. τοξόται δὲ πᾶσιν ἀναμεμίχατο καὶ σφενδονῆται. καὶ τὸ μὲν Ἰταλικὸν οὕτω κεκόσμητο, ᾧ δὴ καὶ μάλιστα αὐτῶν ἑκάτερος ἐθάρρει: τὰ συμμαχικὰ δ ἦγον ἐφ ἑαυτῶν ὡς ἐς ἐπίδειξιν. πολύθρουν δὲ ἦν τὸ Πομπηίου συμμαχικὸν καὶ πολύγλωσσον:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기