호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολὺ δ ἀμφ αὐτὸν πλῆθος ἀνδρῶν ἀπό τε τῆς βουλῆς ὁμοτίμων οἱ καὶ τῶν καλουμένων ἱππέων οἱ διαφανέστατοι βασιλέες τε πολλοὶ καὶ δυνάσται, οἱ μὲν ὑπ ἀπειρίας, οἱ δ ἀμέτρως τοῖς περὶ τὸ Δυρράχιον εὐπραγήμασιν ἐπηρμένοι, εἰσὶ δ οἳ καὶ τῷ πλέονες εἶναι τῶν πολεμίων, οἱ δὲ καὶ κάμνοντες ὅλως τῷ πολέμῳ τὴν κρίσιν ταχυτέραν μᾶλλον ἢ πρέπουσαν ἐπειγόμενοι γενέσθαι, πάντες ἐξώτρυνον αὐτὸν ἐς τὴν μάχην, ἐπιδεικνύοντες αἰεὶ τὸν Καίσαρα παρατάττοντά τε καὶ προκαλούμενον.? ὁ δ ἐξ αὐτοῦ μάλιστα τοῦδε αὐτοὺς ἀνεδίδασκεν, ὅτι Καίσαρι μὲν τοῦτ ἐξ ἀπορίας ἀναγκαῖον ἦν, σφίσι δὲ καὶ διὰ τοῦτ εὔκαιρον ἡσυχάζειν, ὅτι Καῖσαρ ὑπ ἀνάγκης ἐπείγοιτο. ἐνοχλούμενος δὲ ὑπό τε τοῦ στρατοῦ παντὸς ἐπηρμένου τοῖς περὶ τὸ Δυρράχιον ἀμέτρως καὶ τῶν ἐπ ἀξιώσεως αὐτὸν ἐπιτωθαζόντων ἐς φιλαρχίαν ὡς ἑκόντα βραδύνοντα, ἵν ἀνδρῶν ὁμοτίμων τοσῶνδε ἄρχοι, καὶ ἐπὶ τῷδε αὐτὸν βασιλέα τε βασιλέων καὶ Ἀγαμέμνονα καλούντων, ὅτι κἀκεῖνος βασιλέων διὰ τὸν πόλεμον ἦρχεν, ἐξέστη τῶν οἰκείων λογισμῶν καὶ ἐνέδωκεν αὐτοῖς, θεοῦ βλάπτοντος ἤδη καὶ τἆλλα παρ ὅλον τόνδε τὸν πόλεμον. νωθής τε γὰρ καὶ βραδὺς παρὰ τὴν αὑτοῦ φύσιν ἐν ἅπασι γεγονὼς παρεσκευάζετο ἄκων ἐς μάχην ἐπὶ κακῷ τε αὑτοῦ καὶ τῶν αὐτὸν ἀναπειθόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기