호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ τῷ Καίσαρι σύμπας ὁ στρατὸς ἤδη παρῆν, παρῆν δὲ καὶ Πομπηίῳ.? καὶ ἀντεστρατοπέδευον ἀλλήλοις ἐπὶ λόφων ἐν φρουρίοις πολλοῖς, πεῖραί τε ἦσαν περὶ ἕκαστον φρούριον πυκναὶ περιταφρευόντων καὶ περιτειχιζόντων ἀλλήλους καὶ γιγνομένων ὁμοῦ καὶ ποιούντων ἐν ἀπόροις. ἐν δὲ ταῖσδε ταῖς πείραις περί τι φρούριον ἡττωμένου τοῦ Καίσαρος στρατοῦ λοχαγός, ᾧ Σκεῦας ὄνομα ἦν, πολλὰ καὶ λαμπρὰ δρῶν ἐς τὸν ὀφθαλμὸν ἐτρώθη βέλει καὶ προπηδήσας κατέσεισεν ὡς εἰπεῖν τι βουλόμενος. σιωπῆς δ αὐτῷ γενομένης, Πομπηίου λοχαγὸν ἐπὶ ἀνδρίᾳ γνώριμον ἐκάλει: "σῷζε τὸν ὅμοιον σεαυτῷ, σῷζε τὸν φίλον καὶ πέμπε μοι τοὺς χειραγωγήσοντας, ἐπεὶ τέτρωμαι. " προσδραμόντων δ ὡς αὐτομολοῦντι δύο ἀνδρῶν, τὸν μὲν ἔφθασε κτείνας, τοῦ δὲ τὸν ὦμον ἀπέκοψε. καὶ ὁ μὲν τάδε ἔπρασσεν ἀπογιγνώσκων ἑαυτοῦ καὶ τοῦ φρουρίου. τοῖς δ ἄλλοις αἰδὼς ἐπὶ τῷ συμβεβηκότι καὶ ὁρμὴ προσέπιπτε, καὶ τὸ φρούριον περιεσώθη, πολλὰ καὶ τοῦ φρουράρχου Μινουκίου παθόντος, ᾧ γέ φασι τὴν μὲν ἀσπίδα ἑκατὸν καὶ εἴκοσιν ἀναδέξασθαι βέλη, τὸ δὲ σῶμα ἓξ τραύματα καὶ τὸν ὀφθαλμὸν ὁμοίως ἐκκοπῆναι. τούτους μὲν δὴ Καῖσαρ ἀριστείοις πολλοῖς ἐτίμησεν, αὐτὸς δ, ἐκ Δυρραχίου τινὸς αὐτῷ πρασσομένης προδοσίας, ἧκε μέν, ὡς συνέκειτο, νυκτὸς σὺν ὀλίγοις ἐπὶ πύλας καὶ ἱερὸν Ἀρτέμιδος . . . Τοῦ δ αὐτοῦ χειμῶνος ἄλλην στρατιὰν ἐκ Συρίας ἦγε Πομπηίῳ Σκιπίων ὁ κηδεστής: καὶ αὐτῷ Γάιος Καλουίσιος περὶ Μακεδονίαν συμβαλὼν ἡττᾶτο, καὶ τέλος ἓν αὐτοῦ κατεκόπη χωρὶς ὀκτακοσίων ἀνδρῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기