호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τοιοῦτο μὲν δὴ τὸ τέλοσ τῆσ ἀμφὶ τὸν Βαγράδαν ποταμὸν μάχησ ἐγένετο, καὶ ἡ κεφαλὴ τοῦ Κουρίωνοσ ἀποτμηθεῖσα ἐσ Ιὄβαν ἐφέρετο· ἐν δὲ τῷ περὶ τὴν Ἰτύκην στρατοπέδῳ τοῦ κακοῦ φανεροῦ γενομένου, Φλάμμασ μὲν ὁ ναύαρχοσ αὐτίκα ἔφευγεν αὐτῷ στόλῳ, πρίν τινα τῶν ἐπὶ τῆσ γῆσ ἀναλαβεῖν, Ἀσίνιοσ δ’ ἐσ τοὺσ παρορμοῦντασ ἐμπόρουσ ἀκατίῳ διαπλεύσασ ἐδεῖτο αὐτῶν ἐπιπλεῦσαί τε καὶ τὸν στρατὸν ἀναλαβεῖν. καί τινεσ ἐσ τοῦτο νυκτὸσ ἐπέπλευσαν, ἀθρόων δ’ ἐσβαινόντων ἐκείνων τά τε σκάφη κατεδύετο, καὶ τῶν ἀναχθέντων οἱ ἔμποροι τοὺσ πολλοὺσ χρήματα φέροντασ ἕνεκα τῶν χρημάτων ἐσ τὴν θάλασσαν ἐρρίπτουν. καὶ τάδε μὲν ἦν ἀμφὶ τοὺσ ἀναχθέντασ, ἕτερα δ’ ἐν τῇ γῇ, νυκτὸσ ἔτι, περὶ τοὺσ ὑπολειφθέντασ ἐγίγνετο ὅμοια. καὶ μεθ’ ἡμέραν οἱ μὲν τῷ Οὐάρῳ σφᾶσ παρέδοσαν, ὁ δὲ Ιὄβασ ἐπελθὼν περιέστησεν αὐτοὺσ περὶ τὸ τεῖχοσ καὶ ὡσ λείψανα τῆσ ἑαυτοῦ νίκησ κατηκόντισεν, οὐδέν τι φροντίσασ οὐδὲ Οὐάρου παρακαλοῦντοσ. οὕτω μὲν δὴ τὰ σὺν Κουρίωνι ἐσ Αιβύην ἐπιπλεύσαντα Ῥωμαίων δύο τέλη διώλετο ἅπαντα καὶ ὅσοι μετ’ αὐτῶν ἦσαν ἱππέεσ τε καὶ ψιλοὶ καὶ ὑπηρέται τοῦ στρατοῦ· Ιὄβασ δ’ ἐσ τὰ οἰκεῖα ἀνέστρεφε, μέγιστον ἔργον τόδε Πομπηίῳ καταλογιζόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기