- 텍스트

Appian, The Civil Wars, book 2, chapter 7 1:

(아피아노스, The Civil Wars, book 2, chapter 7 1:)

Λιβύης δὲ Οὐᾶρος Ἄττιος ἐστρατήγει τῷ Πομπηίῳ, καὶ Ιὄβας ὁ τῶν Μαυρουσίων Νομάδων βασιλεὺς τῷ Οὐάρῳ συνεμάχει, Κουρίων δ ὑπὲρ Καίσαρος αὐτοῖς ἐκ Σικελίας ἐπέπλει δύο τέλεσι στρατοῦ καὶ ναυσὶ δυώδεκα μακραῖς καὶ ὁλκάσι πολλαῖς.? Ἰτύκῃ δὲ προσσχὼν ἐν μέν τινι βραχείᾳ περὶ αὐτὴν ἱππομαχίᾳ τρέπεταί τινας τῶν Νομάδων ἱππέας καὶ ὑπὸ τῆς στρατιᾶς ἐν τοῖς ὅπλοις ἔτι οὔσης αὐτοκράτωρ ὑπέστη προσαγορευθῆναι. ἔστι δὲ τιμὴ τοῖς στρατηγοῖς τόδε τὸ προσαγόρευμα παρὰ τῶν στρατῶν, καθάπερ αὐτοῖς ἐπιμαρτυρούντων ἀξίως σφῶν αὐτοκράτορας εἶναι: καὶ τήνδε τὴν τιμὴν οἱ στρατηγοὶ πάλαι μὲν ἐπὶ πᾶσι τοῖς μεγίστοις ἔργοις προσίεντο, νῦν δ ὁρ´ον εἶναι τῇδε τῇ εὐφημίᾳ πυνθάνομαι τὸ μυρίους πεσεῖν. ἔτι δὲ τοῦ Κουρίωνος ἐπὶ πλέοντος ἐκ Σικελίας, οἱ ἐν τῇ Λιβύῃ. νομίσαντες αὐτὸν διὰ δοξοκοπίαν ἀμφὶ τὸν χάρακα τὸν Σκιπίωνος κατὰ δόξαν τῆς ἐκείνου μεγαλουργίας στρατοπεδεύσειν, τὸ ὕδωρ ἐφάρμαξαν. καὶ ἐλπίδος οὐ διήμαρτον: ὅ τε γὰρ Κουρίων ἐστάθμευσεν ἐνταῦθα, καὶ ὁ στρατὸς εὐθὺς ἐνόσει, πιοῦσί τε τὸ βλέμμα ἀμαυρὸν ἦν ὥσπερ ἐν ὁμίχλῃ, καὶ ὕπνος ἐπεγίγνετο σὺν κάρῳ, μετὰ δ αὐτὸν ἔμετοι τροφῆς ποικίλοι καὶ σπασμὸς ὅλου τοῦ σώματος. ὧν δὴ χάριν ὁ Κουρίων παρ αὐτὴν Ἰτύκην μετεστρατοπέδευε, δι ἕλους ἰσχυροῦ τε καὶ μακροῦ τὸν στρατόν, ἀσθενῆ διὰ τὴν ἀρρωστίαν γεγονότα, ἄγων. ὡς δέ σφισιν ἡ νίκη Καίσαρος ἡ περὶ τὴν Ἰβηρίαν ἀπηγγέλθη, ἀνεθάρρησάν τε καὶ παρετάξαντο παρὰ τὴν θάλασσαν ἐν βραχεῖ χωρίῳ. μάχης δὲ καρτερᾶς γενομένης Κουρίωνος μὲν εἷς ἀνὴρ ἔπεσεν, Οὐάρου δὲ ἑξακόσιοι, καὶ κατετρώθησαν ἔτι πλείονες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION