- 텍스트

Appian, The Civil Wars, book 2, chapter 2 4:

(아피아노스, The Civil Wars, book 2, chapter 2 4:)

Ἡ βουλὴ δέ οὑ᾿ γάρ τις αὐτὴν συνῆγεν, οὐδ ἐξῆν τῷ ἑτέρῳ τῶν ὑπάτων συναγαγεῖν αὐτήν᾿ ἐς τὴν οἰκίαν τοῦ Βύβλου συνελθόντες οὐδὲν μὲν ἀντάξιον τῆς Καίσαρος ἰσχύος τε καὶ παρασκευῆς ἐποίουν, ἐπενόουν δ ὅμως Βύβλον ἐνίστασθαι τοῖς νόμοις καὶ μὴ δόξαν ἀμελείας, ἀλλὰ ἥσσης ἐνέγκασθαι.? πεισθεὶς οὖν ὁ Βύβλος ἐνέβαλεν ἐς τὴν ἀγορὰν δημηγοροῦντος ἔτι τοῦ Καίσαρος. ἔριδος δὲ καὶ ἀταξίας γενομένης πληγαί τε ἦσαν ἤδη, καὶ οἱ μετὰ τῶν ξιφιδίων τὰς ῥάβδους καὶ τὰ σημεῖα τοῦ Βύβλου περιέκλων καὶ τῶν δημάρχων ἔστιν οὓς περὶ αὐτὸν ὄντας ἔτρωσαν. Βύβλος δ οὐ καταπλαγεὶς ἀπεγύμνου τὴν σφαγὴν καὶ μετὰ βοῆς ἐκάλει τοὺς Καίσαρος φίλους ἐπὶ τὸ ἔργον: "εἰ γὰρ οὐ δύναμαι πεῖσαι τὰ δίκαια ποιεῖν," ἔφη, "Καίσαρα, τό γε ἄγος αὐτῷ καὶ μύσος οὕτως ἀποθανὼν ἐπιβαλῶ. " ἀλλὰ τὸν μὲν ἄκοντα ὑπεξήγαγον οἱ φίλοι ἐς τὸ πλησίον ἱερὸν τοῦ Στησίου Διός, Κάτων δ ἐπιπεμφθεὶς ὤσατο μὲν ὡς νέος ἐς μέσους καὶ δημηγορεῖν ἤρχετο, μετέωρος δ ὑπὸ τῶν Καίσαρος ἀρθεὶς ἐξεφέρετο. καὶ λαθὼν κατ ἄλλας ὁδοὺς αὖθις ἀνέδραμεν ἐς τὸ βῆμα καὶ λέγειν μὲν ἔτι οὐδενὸς ἀκούοντος ἀπεγίνωσκε, τοῦ δὲ Καίσαρος ἀγροίκως κατεβόα, μέχρι καὶ τότε μετέωρος ἐξερρίφη καὶ τοὺς νόμους ὁ Καῖσαρ ἐκύρωσε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION