호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰσθόμενος δ αὐτὸν οὕτως ἔχοντα Τηρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν, ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθ αὑτόν, ἦν δὲ τοιαῦτα, πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησε Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δὲ Ὀρόντῃ, Τηριβάζῳ δὲ Ἄμηστριν.? καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δὲ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμηστριν, ἀντ ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἄτοσσαν ἐνεγύησεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기