- 텍스트

Athenaeus, The Deipnosophists, Book 2, book 2, chapter 15

(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 15)

τῶν δ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ ὡς ἀχρεῖα δηλονότι:? τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος: κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ ἀθόλωτος. καὶ Πίνδαρος: μελιγαθὲς ἀμβρόσιον ὕδωρ Τιλφώσσας ἀπὸ καλλικρήνου. κρήνη δ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα: ἀφ ἧς Ἀριστοφάνης φησὶ Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρα.

δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο.

μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς, καθὰ τὸν ἐν Καρίᾳ, παρ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον, ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION