- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

ἀειφυγία?

1군 변화 명사; 로마알파벳 전사: aeiphygia 고전 발음: [아에퓌기아] 신약 발음: [아이퓌기아]

기본형: ἀειφυγία

어원: φυγή

  1. perpetual exile

예문

  • παρέχει δ ἀπορίαν καὶ ὁ τῶν δημοποιήτων νόμος, ὅτι γενέσθαι πολίταις οὐ δίδωσι πλὴν τοῖς φεύγουσιν ἀειφυγίᾳ τὴν ἑαυτῶν ἢ πανεστίοις Ἀθήναζε μετοικιζομένοις ἐπὶ τέχνῃ. (Plutarch, , chapter 24 2:1)

    (플루타르코스, , chapter 24 2:1)

  • ἔπειθ οἱ φονικοὶ τοὺς μὲν ἐκ προνοίας ἀποκτιννύντας θανάτῳ καὶ ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων ζημιοῦσι, τοὺς δ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν. (Demosthenes, Speeches 21-30, 56:4)

    (데모스테네스, Speeches 21-30, 56:4)

  • παρ Ἕλλησι δ οὐχ οὕτως ἐνίοις ὁ νόμος ἔχει, ἀλλὰ τοὺς ἐκ τυράννων γενομένους οἱ μὲν συναποκτίννυσθαι τοῖς πατράσι δικαιοῦσιν, οἱ δ ἀειφυγίᾳ κολάζουσιν, ὥσπερ οὐκ ἐνδεχομένης τῆς φύσεως χρηστοὺς παῖδας ἐκ πονηρῶν πατέρων ἢ κακοὺς ἐξ ἀγαθῶν γενέσθαι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 80 4:2)

    (디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 80 4:2)

  • τιμωρησάμενος δὲ τούτους ἅπαντας, ἐὰν μὲν ὑπομείνωσι τὰς κρίσεις, θανάτοις, ἐὰν δ ἐρήμους ἀφῶσιν, ὃ μᾶλλον αὐτοὺς οἶμαι ποιήσειν, ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων, καθίστας ἤδη τὰ περὶ τὴν ἀρχὴν ὁμιλίαις τε φιλανθρώποις τὸ πλῆθος ἀναλαμβάνων καὶ τοῦ μηδὲν ἀδίκημα γενέσθαι πολλὴν ἔχων φροντίδα καὶ τοὺς ἀπόρους τῶν πολιτῶν εὐεργεσίαις τισὶ καὶ δωρεαῖς ὑπαγόμενος: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 4 11:1)

    (디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 4, chapter 4 11:1)

  • ὅταν οὖν τις ἅμα δυστυχηθῇ καὶ ἀσεβηθῇ τῶν οἴκων, ὥστε τὸν κεκτημένον ἐν αὐτῷ παῖδας μὲν μὴ καταλιπεῖν, ἠίθεον δὲ ἢ καὶ γεγαμηκότα ἄπαιδα τελευτῆσαι φόνου ὀφλόντα ἑκουσίου ἤ τινος ἁμαρτήματος ἄλλου τῶν περὶ θεοὺς ἢ πολίτας ὧν ἂν θάνατος ἐν τῷ νόμῳ ζημία διαρρήδην ᾖ κειμένη, ἢ καὶ ἐν ἀειφυγίᾳ τις φεύγῃ τῶν ἀνδρῶν ἄπαις, τοῦτον πρῶτον μὲν καθήρασθαι καὶ ἀποδιοπομπήσασθαι τὸν οἶκον χρεὼν ἔστω κατὰ νόμον, ἔπειτα συνελθόντας, καθάπερ εἴπομεν νυνδή, τοὺς οἰκείους ἅμα νομοφύλαξιν σκέψασθαι γένος ὅτιπερ ἂν ᾖ τῶν ἐν τῇ πόλει εὐδοκιμώτατον πρὸς ἀρετὴν καὶ ἅμα εὐτυχές, ἐν ᾧ ἂν παῖδες γεγονότες ὦσιν πλείους: (Plato, Laws, book 9 159:1)

    (플라톤, Laws, book 9 159:1)

관련어

명사

형용사

동사

출처: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

이 단어를 Perseus Greek Word Study Tool에서 찾기

SEARCH

MENU NAVIGATION