- μέχρι τοῦ πλαγίου καλάμου καὶ τῆς σύριγγος ἐγὼ σοφός, τὰ δ ἄλλα αἰπόλος καὶ χορευτὴς καὶ πολεμιστής, ἢν δέῃ. (Lucian, Bis accusatus sive tribunalia, (no name) 11:7)
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 11:7)
- καὶ μήν, ὦ ἑταῖρε, τοιοῦτοι πάντες εἰσὶν οἱ ἐπὶ γῆς χορευταὶ κἀκ τοιαύτης ἀναρμοστίας ὁ τῶν ἀνθρώπων βίος συντέτακται, οὐ μόνον ἀπῳδὰ φθεγγομένων, ἀλλὰ καὶ ἀνομοίων τὰ σχήματα καὶ τἀναντία κινουμένων καὶ ταὐτὸν οὐδὲν ἐπινοούντων, ἄχρι ἂν αὐτῶν ἕκαστον ὁ χορηγὸς ἀπελάσῃ τῆς σκηνῆς οὐκέτι δεῖσθαι λέγων τοὐντεῦθεν δὲ ὅμοιοι πάντες ἤδη σιωπῶντες, οὐκέτι τὴν συμμιγῆ καὶ ἄτακτον ἐκείνην ᾠδὴν ἀπᾴδοντες. (Lucian, Icaromenippus, (no name) 17:4)
(루키아노스, Icaromenippus, (no name) 17:4)
- καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ [εἰώ]θε κα[θῆς]θ[αι], ἐκέλευ[ε Μνης]ίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἰή τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. (Hyperides, Speeches, 3:17)
(히페레이데스, Speeches, 3:17)
- καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνεδίδου τοῖς χορευταῖς. (Athenaeus, The Deipnosophists, book 1, chapter 391)
(아테나이오스, The Deipnosophists, book 1, chapter 391)
- οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια καὶ θριδάκια καὶ σκελίδας καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας. (Plutarch, De gloria Atheniensium, section 6 2:4)
(플루타르코스, De gloria Atheniensium, section 6 2:4)
- ἄλλος ἐστὶν Ἀριστείδης Οἰνῇδος φυλῆς, ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον, ὃς νῦν μὲν καὶ γέρων ἐστὶν ἤδη καὶ ἴσως ἥττων χορευτής, ἦν δέ ποθ ἡγεμὼν τῆς φυλῆς κορυφαῖος. (Demosthenes, Speeches 21-30, 81:1)
(데모스테네스, Speeches 21-30, 81:1)
- καὶ οὕτω καθ ἕκαστον θεόν, οὗ ἕκαστος ἦν χορευτής, ἐκεῖνον τιμῶν τε καὶ μιμούμενος εἰς τὸ δυνατὸν ζῇ, ἑώς ἂν ᾖ ἀδιάφθορος καὶ τὴν τῇδε πρώτην γένεσιν βιοτεύῃ, καὶ τούτῳ τῷ τρόπῳ πρός τε τοὺς ἐρωμένους καὶ τοὺς ἄλλους ὁμιλεῖ τε καὶ προσφέρεται. (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 177:1)
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, 177:1)
- ἂν οὖν μὴ εὑρ´ῃς, χαμαὶ κοιμήσῃ μόνον θαρρῶν καὶ ῥέγκων καὶ μεμνημένος ὅτι ἐν τοῖς πλουσίοις καὶ βασιλεῦσι καὶ τυράννοις αἱ τραγῳδίαι τόπον ἔχουσιν, οὐδεὶς δὲ πένης τραγῳδίαν συμπληροῖ εἰ μὴ ὡς χορευτής. (Epictetus, Works, book 1, 15:1)
(에픽테토스, Works, book 1, 15:1)