θεοπρόπιον?
Second declension Noun; Neuter
자동번역
Transliteration: theopropion
Principal Part:
θεοπρόπιον
θεοπρόπιου
Structure:
θεοπροπι
(Stem)
+
ον
(Ending)
Sense
- a prophecy, oracle, an oracle
Declension
Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- οἱ δὲ Πελασγοί τυγχάνουσι γὰρ ἐν τούτῳ τῷ χρόνῳ κατὰ δαίμονα περὶ Κοτυλίαν πόλιν Ἀβοριγίνων αὐλισάμενοι πλησίον τῆς ἱερᾶς λίμνης ὡς δὲ τήν τε νησῖδα τὴν ἐν αὐτῇ περιδινουμένην κατέμαθον καὶ παρὰ τῶν αἰχμαλώτων, οὓς ἐκ τῶν ἀγρῶν ἔλαβον, ἤκουσαν τὸ τῶν ἐπιχωρίων ὄνομα τέλος ἔχειν σφίσι τὸ θεοπρόπιον ὑπέλαβον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 19 3:2)
- τοῖς δὲ Ἀβοριγῖσι ταῦτα πυθομένοις ἐδόκει πείθεσθαι τῷ θεοπροπίῳ καὶ λαβεῖν συμμαχίαν Ἑλληνικὴν κατὰ τῶν διαφόρων σφίσι βαρβάρων, πονουμένοις τῷ πρὸς τοὺς Σικελοὺς πολέμῳ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 20 3:1)
- τοῦτο δὴ τὸ θεοπρόπιον ἀναμνησθέντες, οἱ μὲν τὰ ἕδη τῶν θεῶν Αἰνείου κελεύσαντος εἰς τὸ ἀποδειχθὲν χωρίον ἐκ τῆς νεὼς ἐξέφερον, οἱ δὲ βάθρα καὶ βωμοὺς κατεσκεύαζον αὐτοῖς, αἱ δὲ γυναῖκες ὀλολυγῇ καὶ χορείαις χρώμεναι παρεκόμιζον τὰ ἱερά, οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν παρασκευασθείσης θυσίας ἔχοντες τοὺς στεφάνους περὶ τὸν βωμὸν ἔστησαν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 55 7:1)
- γενεὰν δὲ τῶν πεφονευμένων τὴν ἄρρενα κατ ἀρχὰς ἐν οὐθενὶ λόγῳ ποιησάμενος, ὕστερον εἴτ ἐκ θεοπροπίου τινὸς εἴτε καὶ κατὰ τὸν εἰκότα λογισμὸν οὐ μικρὸν αὐτῷ δέος ὑποτρέφεσθαι νομίσας ἐπεχείρησε μὲν ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ἀπολέσαι: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 9 1:1)
- θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα: (Homer, Iliad, Book 1 11:2)
- " ὃ μὲν δή οἱ ἔλεγε τά περ ὀπώπεε, ὁ δὲ ἐννώσας τὰ λεγόμενα συνεβάλλετο τὸν Ὀρέστεα κατὰ τὸ θεοπρόπιον τοῦτον εἶναι, τῇδε συμβαλλόμενος: (Herodotus, The Histories, book 1, chapter 68 4:4)
- Κροῖσος μὲν δὴ ταῦτα δι ἀγγέλων ἐπεκηρυκεύετο, Λακεδαιμόνιοι δὲ ἀκηκοότες καὶ αὐτοὶ τὸ θεοπρόπιον τὸ Κροίσῳ γενόμενον ἥσθησάν τε τῇ ἀπίξι τῶν Λυδῶν καὶ ἐποιήσαντο ὁρ´κια ξεινίης πέρι καὶ συμμαχίης: (Herodotus, The Histories, book 1, chapter 69 4:1)