- τὴν γάρ τοι ἀρχὴν τῶν τοιούτων παρανομημάτων καὶ τὴν αἰτίαν τοῦ νοθευθῆναι ἡμῶν τὸ ξυνέδριον σύ, ὦ Ζεῦ, παρέσχες θνηταῖς ἐπιμιγνύμενος καὶ κατιὼν παρ αὐτὰς ἐν ἄλλοτε ἄλλῳ σχήματι, ὥστε ἡμᾶς δεδιέναι μή σε καταθύσῃ τις ξυλλαβών, ὁπόταν ταῦρος ᾖς, ἢ τῶν χρυσοχόων τις κατεργάσηται χρυσὸν ὄντα, καὶ ἀντὶ Διὸς ἢ ὁρ´μος ἢ ψέλιον ἢ ἐλλόβιον ἡμῖν γένῃ. (Lucian, Deorum concilium, (no name) 6:12)
(루키아노스, Deorum concilium, (no name) 6:12)
- ἔτι δὲ θαυμάσειεν ἄν τις καὶ τῆς ὀροφῆς ἐν τῷ εὐμόρφῳ τὸ ἀπέριττον κἀν τῷ εὐκόσμῳ τὸ ἀνεπίληπτον καὶ τὸ τοῦ χρυσοῦ ἐς τὸ εὐπρεπὲς σύμμετρον, ἀλλὰ μὴ παρὰ τὰς χρείας ἐπίφθονον, ἀλλ ὁπόσον ἂν καὶ γυναικὶ σώφρονι καὶ καλῇ ἀρκέσῃ ἐπισημότερον ἐργάσασθαι τὸ κάλλος, ἢ περὶ τῇ δειρῇ λεπτός τις ὁρ´μος ἢ περὶ τῷ δακτύλῳ σφενδόνη εὔφορος ἢ ἐν τοῖν ὤτοιν ἐλλόβια ἢ πόρπη τις ἢ ταινία τὸ ἄφετον τῆς κόμης συνδέουσα, τοσοῦτον τῇ εὐμορφίᾳ προστιθεῖσα ὅσον τῇ ἐσθῆτι ἡ πορφύρα: (Lucian, De Domo, (no name) 7:1)
(루키아노스, De Domo, (no name) 7:1)
- ὁ δὲ ὁρ´μος οἱο῀ς ὡρ´ᾳ ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέμου καὶ αὖ τοῦ εὔρου: (Arrian, Periplus Ponti Euxini, chapter 4 3:1)
(아리아노스, Periplus Ponti Euxini, chapter 4 3:1)
- καὶ δἰ ὀλίγου ἀπὸ τοῦ νότου ἐς λίβα ἄνεμον, καὶ ταῖς ναυσὶν οὐκέτι ἀσφαλὴς ὁ ὁρ´μος ἦν. (Arrian, Periplus Ponti Euxini, chapter 4 5:1)
(아리아노스, Periplus Ponti Euxini, chapter 4 5:1)
- ἀπὸ Μελαίνης ἄκρας ἐς Ἀρτάνην ποταμόν, ἵνα καὶ ὁρ´μος ναυσὶ σμικραῖς πρὸς ἱερῷ Ἀφροδίτης, πεντήκοντα ἄλλοι καὶ ἑκατόν. (Arrian, Periplus Ponti Euxini, chapter 12 5:3)
(아리아노스, Periplus Ponti Euxini, chapter 12 5:3)