- ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις. (Aristotle, Virtues and Vices 34:1)
(아리스토텔레스, Virtues and Vices 34:1)
- τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ μὲν τῶν παίδων πλημμελήματα μικρὰ καὶ παντελῶς ἐστιν ἰάσιμα, παιδαγωγῶν ἴσως ὀλιγωρία καὶ διδασκάλων παραγωγὴ καὶ ἀνηκουστία: (Plutarch, De liberis educandis, section 16 2:1)
(플루타르코스, De liberis educandis, section 16 2:1)
- ἐπεὶ δὲ ἡ ὀλιγωρία ἐστὶν ἐνέργεια δόξης περὶ τὸ μηδενὸς ἄξιον φαινόμενον καὶ γὰρ τὰ κακὰ καὶ τἀγαθὰ ἄξια οἰόμεθα σπουδῆς εἶναι, καὶ τὰ συντείνοντα πρὸς αὐτά: (Aristotle, Rhetoric, Book 2, chapter 2 3:1)
(아리스토텔레스, 수사학, Book 2, chapter 2 3:1)
- παρὰ τὸ προσῆκον γὰρ ἡ ὀλιγωρία. (Aristotle, Rhetoric, Book 2, chapter 2 23:3)
(아리스토텔레스, 수사학, Book 2, chapter 2 23:3)
- δι ἀμέλειαν μὲν γὰρ ἡ λήθη γίγνεται, ἡ δ ἀμέλεια ὀλιγωρία τίς ἐστιν. (Aristotle, Rhetoric, Book 2, chapter 2 26:3)
(아리스토텔레스, 수사학, Book 2, chapter 2 26:3)
- οἱ δὲ κεκράγασιν ἁπανταχόθεν καὶ ἀγανακτοῦσιν καὶ τὴν δίκην ἐπιβοῶνται κἀμὲ τῆς βραδυτῆτος αἰτιῶνται, ἀγνοοῦντες ὡς οὐκ ὀλιγωρίᾳ τὰς κρίσεις ὑπερημέρους συνέβη γενέσθαι, ἀλλ ὑπὸ τῆς εὐδαιμονίας ᾗ συνεῖναι ἡμᾶς ὑπολαμβάνουσιν. (Lucian, Bis accusatus sive tribunalia, (no name) 3:3)
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 3:3)
- τὴν δὲ πόλιν αὐτὴν ὁρῶν ὀλιγωρίᾳ τῶν προεστώτων διεφθαρμένην, τῶν πολλῶν κλεπτόντων, μᾶλλον δὲ ἁρπαζόντων τὰ κοινά, ὑδάτων τε ἐπιρροίαις ἀνεκτησάμην καὶ οἰκοδομημάτων ἀναστάσεσιν ἐκόσμησα καὶ τειχῶν περιβολῇ ἐκράτυνα καὶ τὰς προσόδους, ὅσαι ἦσαν κοιναί, τῇ τῶν ἐφεστώτων ἐπιμελείᾳ ῥᾳδίως ἐπηύξησα καὶ τῆς νεολαίας ἐπεμελούμην καὶ τῶν γερόντων προὐνόουν καὶ τὸν δῆμον ἐν θέαις καὶ διανομαῖς καὶ πανηγύρεσι καὶ δημοθοινίαις διῆγον, ὕβρεις δὲ παρθένων ἢ ἐφήβων διαφθοραὶ ἢ γυναικῶν ἀπαγωγαὶ ἢ δορυφόρων ἐπιπέμψεις ἢ δεσποτική τις ἀπειλὴ ἀποτρόπαιά μοι καὶ ἀκοῦσαι ἦν. (Lucian, Phalaris, book 1 3:5)
(루키아노스, Phalaris, book 1 3:5)
- τὴν ἐσθῆτα δὲ ὀλιγωρίᾳ τῶν ἐπιμελητῶν κοσκινηδὸν διατερυπῆσθαι ὑπὸ τῶν βελτίστων μυῶν, ὡς σαγήνης θυννευτικῆς μηδὲν διαφέρειν: (Lucian, Saturnalia, letter 1 6:2)
(루키아노스, Saturnalia, letter 1 6:2)
- ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν, οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δ αὐτῷ πολλάκις ὁ δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν. (Plutarch, , chapter 13 3:1)
(플루타르코스, , chapter 13 3:1)