호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτ’ ἐνθυμητέον καὶ παρ’ ἄλλων ἀκούουσι καὶ τοῖσ εἰδόσιν αὐτοῖσ ἀναμιμνῃσκομένοισ, ἡλίκην ποτ’ ἐχόντων δύναμιν Λακεδαιμονίων, ἐξ οὗ χρόνοσ οὐ πολύσ, ὡσ καλῶσ καὶ προσηκόντωσ οὐδὲν ἀνάξιον ὑμεῖσ ἐπράξατε τῆσ πόλεωσ, ἀλλ’ ὑπεμείναθ’ ὑπὲρ τῶν δικαίων τὸν πρὸσ ἐκείνουσ πόλεμον. τίνοσ οὖν εἵνεκα ταῦτα λέγω; ἵν’ ἴδητ’, ὦ ἄνδρεσ Ἀθηναῖοι, καὶ θεάσησθε, ὅτι οὐδὲν οὔτε φυλαττομένοισ ὑμῖν ἐστιν φοβερόν, οὔτ’, ἂν ὀλιγωρῆτε, τοιοῦτον οἱο͂ν ἂν ὑμεῖσ βούλοισθε, παραδείγμασι χρώμενοι τῇ τότε ῥώμῃ τῶν Λακεδαιμονίων, ἧσ ἐκρατεῖτ’ ἐκ τοῦ προσέχειν τοῖσ πράγμασι τὸν νοῦν, καὶ τῇ νῦν ὕβρει τούτου, δι’ ἣν ταραττόμεθ’ ἐκ τοῦ μηδὲν φροντίζειν ὧν ἐχρῆν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기