- καὶ ἔπεσεν Ὀχοζίας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησε. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπε πρὸς αὐτούς. δεῦτε καὶ ἐπιζητήσατε ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών, εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης. καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δἰ αὐτοῦ. (Septuagint, Liber II Regum 1:2)
(70인역 성경, 열왕기 하권 1:2)
- καὶ ἄγγελος Κυρίου ἐκάλεσεν Ἠλιοὺ τὸν Θεσβίτην λέγων. ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζίου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς. εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; καὶ οὐχ οὕτως. (Septuagint, Liber II Regum 1:3)
(70인역 성경, 열왕기 하권 1:3)
- καὶ εἶπαν πρὸς αὐτόν. ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπε πρὸς ἡμᾶς. δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν. τάδε λέγει Κύριος. εἰ παρὰ τὸ μὴ εἶναι Θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ἐπιζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως. ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. (Septuagint, Liber II Regum 1:6)
(70인역 성경, 열왕기 하권 1:6)
- καὶ ἐλάλησε πρὸς αὐτὸν καὶ εἶπεν Ἠλιού. τάδε λέγει Κύριος. τί ὅτι ἀπέστειλας ἀγγέλους ἐκζητῆσαι ἐν τῷ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως. ἡ κλίνη, ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. (Septuagint, Liber II Regum 1:16)
(70인역 성경, 열왕기 하권 1:16)
- οὓς μὲν γαρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα, καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι. (Septuagint, Liber Sapientiae 16:9)
(70인역 성경, 지혜서 16:9)
- ἡ μυῖα ἔστι μὲν οὐ τὸ σμικροτάτον τῶν ὀρνέων, ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν, ἀλλὰ τοσοῦτον ἐκείνων μεγέθει προὔχει ὅσον αὐτὴ μελίττης ἀπολείπεται. (Lucian, Muscae Encomium, (no name) 1:1)
(루키아노스, Muscae Encomium, (no name) 1:1)
- ἀποτμηθεῖσα δὲ τὴν κεφαλὴν μυῖα ἐπὶ πολὺ ζῇ τῷ σώματι καὶ ἔμπνους ἐστίν. (Lucian, Muscae Encomium, (no name) 6:3)
(루키아노스, Muscae Encomium, (no name) 6:3)
- ἀποθανοῦσα γὰρ μυῖα τέφρας ἐπιχυθείσης ἀνίσταται καὶ παλιγγενεσία τις αὐτῇ καὶ βίος ἄλλος ἐξ ὑπαρχῆς γίνεται, ὡς ἀκριβῶς πεπεῖσθαι πάντας, ὅτι κἀκείνων ἀθάνατός ἐστιν ἡ ψυχή, εἴ γε καὶ ἀπελθοῦσα ἐπανέρχεται πάλιν καὶ γνωρίζει καὶ ἐπανίστησι τὸ σῶμα καὶ πέτεσθαι τὴν μυῖαν ποιεῖ, καὶ ἐπαληθεύει τὸν περὶ Ἑρμοτίμου τοῦ Κλαζομενίου μῦθον, ὅτι πολλάκις ἀφιεῖσα αὐτὸν ἡ ψυχὴ ἀπεδήμει καθ ἑαυτήν, εἶτα ἐπανελθοῦσα ἐπλήρου αὖθις τὸ σῶμα καὶ ἀνίστα τὸν Ἑρμότιμον. (Lucian, Muscae Encomium, (no name) 7:3)
(루키아노스, Muscae Encomium, (no name) 7:3)
- ἐγένετο κατὰ τοὺς παλαιοὺς καὶ γυνή τις ὁμώνυμος αὐτῇ, ποιήτρια, πάνυ καλὴ καὶ σοφή, καὶ ἄλλη ἑταίρα τῶν Ἀττικῶν ἐπιφανής, περὶ ἧς καὶ ὁ κωμικὸς ποιητὴς ἔφη, ἡ Μυῖα ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας: (Lucian, Muscae Encomium, (no name) 11:1)
(루키아노스, Muscae Encomium, (no name) 11:1)
- ἐν δὲ τῷ περὶ μακροβιότητός φησιν ὅτι ὦπταί τις μυῖα ἔτη ἕξ ἢ ἑπτὰ ζήσασα. (Athenaeus, The Deipnosophists, Book 8, book 8, chapter 47 3:3)
(아테나이오스, The Deipnosophists, Book 8, book 8, chapter 47 3:3)