- καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν, ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ αὐτῶν. (Septuagint, Liber Numeri 4:32)
(70인역 성경, 민수기 4:32)
- καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν. ἐπ ὤμων ἀροῦσιν. (Septuagint, Liber Numeri 7:9)
(70인역 성경, 민수기 7:9)
- οὐ μὴν ἐφρόντιζε τούτων ὁ Ἀγησίλαος, οὐδὲ ᾤετο παρ ἀξίαν εἶναι λειτούργημα δημόσιον οὐδέν, ἀλλὰ μᾶλλον ἀνάξιον ἑαυτοῦ τὸ ζῆν ἄπρακτον ἐν τῇ πόλει καὶ καθῆσθαι περιμένοντα τὸν θάνατον, ὅθεν ἀθροίσας μισθοφόρους ἀφ ὧν ὁ Τάχως αὐτῷ χρημάτων ἔπεμψε, καὶ πλοῖα πληρώσας, ἀνήχθη, τριάκοντα συμβούλους ἔχων μεθ ἑαυτοῦ Σπαρτιάτας, ὡς πρότερον. (Plutarch, Agesilaus, chapter 36 3:1)
(플루타르코스, Agesilaus, chapter 36 3:1)
- "ἐπεὶ δὲ ῥᾳστώνη τῆς ὀχήσεως ἦν, καὶ πολλοὺς ἑώρα ἀθροιζομένους περὶ αὐτὸν εὐμενῶς καὶ διαδεχομένους ὡς ἀναγκαῖον ἐν μέρει λειτούργημα καὶ προσῆκον πᾶσιν, ἡ δ ὁλκὰς ἀπολειφθεῖσα πόρρω τοῦ τάχους αἴσθησιν παρεῖχε, μήτε τοσοῦτον ἔφη δέους πρὸς θάνατον αὐτῷ μήτ ἐπιθυμίας τοῦ ζῆν ὅσον φιλοτιμίας ἐγγενέσθαι πρὸς τὴν σωτηρίαν, ὡς θεοφιλὴς ἀνὴρ φανείη καὶ λάβοι περὶ θεῶν δόξαν βέβαιον. (Plutarch, Septem sapientium convivium, chapter, section 18 5:11)
(플루타르코스, Septem sapientium convivium, chapter, section 18 5:11)
- διὸ καὶ παρ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὁρ´οις ἐμβαίνειν ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι: (Plutarch, Quaestiones Romanae, section 40 1:5)
(플루타르코스, Quaestiones Romanae, section 40 1:5)
- εἰ δὲ ὅσιόν ἐστι καὶ θεμιτὸν υἱοῦ γόνασι μητέρα προσκυλίεσθαι, καὶ τοῦτο καὶ πᾶν ἄλλο ταπεινὸν σχῆμα καὶ λειτούργημα ὑπομενῶ σωτηρίας ἕνεκα τῆς πατρίδος. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 53 5:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 53 5:1)
- τοῦτο ὡς οὐ δικαίως ἂν ὑποπτεύοιτε καὶ περὶ ἐμοῦ, δυσὶν ἂν τοῖσδε μάλιστα πιστωσαίμην, τῷ τε μὴ ἂν ἐμοὶ τὴν βουλὴν εἰς τοῦτο τὸ λειτούργημα, ἑτέρων ὄντων ἐπιτηδειοτέρων, τῷ φιλοδημοτάτῳ δοκοῦντι εἶναι καταχρήσασθαι: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 40 5:1)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 40 5:1)