- Κένταυροι δ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο ἀμφὶ μέγαν Πετραῖον ἰδ Ἄσβολον οἰωνιστὴν Ἄρκτον τ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε, ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες. (Hesiod, Shield of Heracles, Book Sh. 18:3)
(헤시오도스, 헤라클레스의 방패, Book Sh. 18:3)
- πολλὴ δὲ καὶ ἡ κατ Ἀρκαδίαν μυθολογία, Δάφνης φυγή, Καλλιστοῦς θηρίωσις, Κενταύρων παροινία, Πανὸς γοναί, Ἀλφειοῦ ἔρως καὶ ὕφαλος ἀποδημία. (Lucian, De saltatione, (no name) 48:2)
(루키아노스, De saltatione, (no name) 48:2)
- Ἐπὶ χλόης εὐθαλοῦς ἡ Κένταυρος αὕτη πεποίηται ὅλῃ μὲν τῇ ἵππῳ χαμαὶ κειμένη, καὶ ἀποτέτανται εἰς τοὐπίσω οἱ πόδες, τὸ δὲ γυναικεῖον ὅσον αὐτῆς ἠρέμα ἐπεγήγερται καὶ ἐπ᾿ ἀγκῶνός ἐστιν, οἱ δὲ πόδες οἱ ἔμπροσθεν οὐκέτι καὶ οὗτοι ἀποτάδην, οἱο῀ν ἐπὶ πλευρὰν κειμένης, ἀλλ᾿ ὁ μὲν ὀκλάζοντι ἐοίκεν ὢν καμπύλος ὑπεσταλμένῃ τῇ ὁπῇ, ὁ δὲ ἔμπαλιν ἐπανίσταται καὶ τοῦ ἐδάφους ἀντιλαμβάνεται, οἱοί῀ εἰσιν ἵπποι πειρώμενοι ἀναπηδᾶν. (Lucian, Zeuxis 7:1)
(루키아노스, Zeuxis 7:1)
- Λαπίθας οὖν καὶ Κενταύρους εἶπες ἄν, εἰ εἶδες ^ τραπέζας ἀνατρεπομένας καὶ αἷμα ἐκκεχυμένον καὶ σκύφους ῥιπτομένους. (Lucian, Symposium, (no name) 45:8)
(루키아노스, Symposium, (no name) 45:8)
- τετρασκελές θ ὕβρισμα, Κενταύρων γένος, Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ἐροῦ τίν ἄνδρ ἄριστον ἐγκρίνειαν ἄν, ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. (Euripides, Heracles, episode 1:6)
(에우리피데스, Heracles, episode 1:6)
- Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών ἐκαλεῖτο δὲ ὁ μὲν ἀλεκτρυὼν Κένταυρος, ὁ δὲ Σεκοῦνδος ἦν οἰκέτης Νικομήδους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν. (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 852)
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 852)
- ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο παρῆκα θεσμῶν οὐδέν, ἀλλ ἐσῳζόμην χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν. (Sophocles, Trachiniae, episode 1:4)
(소포클레스, 트라키니아이, episode 1:4)
- Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον. (Sophocles, Trachiniae, episode 2:28)
(소포클레스, 트라키니아이, episode 2:28)
- ὅδ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν πρόφαντον, οὕτω ζῶντά μ ἔκτεινεν θανών. (Sophocles, Trachiniae, episode 4:4)
(소포클레스, 트라키니아이, episode 4:4)