- 그-한 사전

헬라어(고대 그리스어, 희랍어)-한국어-영어 사전 Language

κατήφεια?

명사; 자동번역 로마알파벳 전사: katēpheia 고전 발음: [까떼:페] 신약 발음: [까떼피아]

기본형: κατήφεια

어원: κατηφής

  1. 슬픔, 비애, 부끄러움, 욕
  1. dejection, sorrow, shame

예문

  • κατήφεια δὲ τὸ στρατόπεδον καὶ κραυγὴ τὸ πεδίον κατεῖχεν ἀνακαλουμένων τὸν Σκηπίωνα. (Plutarch, Aemilius Paulus, chapter 22 3:2)

    (플루타르코스, Aemilius Paulus, chapter 22 3:2)

  • εὐθὺς οὖν ὁ Ἀλκιβιάδης ἐνέκειτο μετὰ κραυγῆς καὶ ὀργῆς, ὥσπερ οὐκ ἀδικῶν, ἀλλ ἀδικούμενος, ἀπίστους καὶ παλιμβόλους ἀποκαλῶν καὶ μηδὲν ὑγιὲς μήτε πρᾶξαι μήτ εἰπεῖν ἥκοντας, ἐπηγανάκτει δ ἡ βουλή, καὶ ὁ δῆμος ἐχαλέπαινε, τὸν δὲ Νικίαν ἔκπληξις εἶχε καὶ κατήφεια τῶν ἀνδρῶν τῆς μεταβολῆς, ἀγνοοῦντα τὴν ἀπάτην καὶ τὸν δόλον. (Plutarch, , chapter 14 9:1)

    (플루타르코스, , chapter 14 9:1)

  • καὶ γάρ τοῦτο προσέθηκε τὸ σοφὸν ὥσπερ παρακάλυμμα τῆς αἰσχύνης, ὁ μὲν οὖν δῆμος ἡσθεὶς ὀμόσαντος ἀνεκρότησε καὶ κατευφήμησε, τοὺς δὲ ἀρίστους κατήφεια δεινὴ καὶ μῖσος ἔσχε τοῦ Μαρίου τῆς μεταβολῆς, ὤμνυσαν οὖν ἅπαντες ἐφεξῆς δεδιότες τὸν δῆμον ἄχρι Μετέλλου: (Plutarch, Caius Marius, chapter 29 4:2)

    (플루타르코스, Caius Marius, chapter 29 4:2)

  • ἔφη πρέπειν αὐτοῦ ταῖς τύχαις τὸν κόσμον, ἀλλ ἐσθῆτι φαύλῃ κεχρημένος καὶ κομῶν ἀφ ἧς ἔφυγεν ἡμέρας, ὑπὲρ ἑβδομήκοντα γεγονὼς ἔτη βάδην προσῄει, βουλόμενος μὲν ἐλεεινὸς εἶναι, τῷ δὲ οἴκτῳ συμμέμικτο τὸ οἰκεῖον τῆς ὄψεως αὐτοῦ πλέον τὸ φοβερόν, καὶ διέφαινεν ἡ κατήφεια τὸν θυμὸν οὐ τεταπεινωμένον, ἀλλ ἐξηγριωμένον ὑπὸ ; (Plutarch, Caius Marius, chapter 41 4:1)

    (플루타르코스, Caius Marius, chapter 41 4:1)

  • ὡς οὖν ὁ περὶ τῆς τελευτῆς λόγος ἧκεν εἰς τοὺς Ἀχαιούς, τὰς μὲν πόλεις αὐτῶν κοινὴ κατήφεια καὶ πένθος εἶχεν, οἱ δ ἐν ἡλικίᾳ μετὰ τῶν προβούλων συνελθόντες εἰς Μεγάλην πόλιν οὐδ ἡντινοῦν ἀναβολὴν ἐποιήσαντο τῆς τιμωρίας, ἀλλ ἑλόμενοι στρατηγὸν Λυκόρταν εἰς τὴν Μεσσηνίαν ἐνέβαλον καὶ κακῶς ἐποίουν τὴν χώραν, ἄχρι οὗ συμφρονήσαντες ἐδέξαντο τοὺς Ἀχαιούς, καὶ Δεινοκράτης μὲν αὐτὸς αὑτὸν φθάσας διεχρήσατο, τῶν δὲ ἄλλων ὅσοις μὲν ἀνελεῖν ἔδοξε Φιλοποίμενα δι αὐτῶν ἀπέθνῃσκον, ὅσοις δὲ καὶ βασανίσαι, τούτους ἐπ αἰκίαις ἀπολουμένους συνελάμβανεν ὁ Λυκόρτας. (Plutarch, Philopoemen, chapter 21 1:1)

    (플루타르코스, Philopoemen, chapter 21 1:1)

관련어

명사

형용사

동사

출처: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

이 단어를 Perseus Greek Word Study Tool에서 찾기

SEARCH

MENU NAVIGATION