εὔδιος?
First/Second declension Adjective;
자동번역
Transliteration: eudios
Principal Part:
εὔδιος
εὔδιον
Structure:
εὐδι
(Stem)
+
ος
(Ending)
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- εἶθ, ὥσπερ ἐξ ἀέρος εὐδίου καὶ σταθεροῦ πολὺς ἄνεμος καταρραγείς, ταράττει τὸ καθαρὸν τῆς φράσεως ἐς ποιητικὴν ἐκφέρων ἀπειροκαλίαν, ἐνθένδ ἀρξάμενος: (Dionysius of Halicarnassus, De Demosthene, chapter 7 1:7)
- τῷ δ ἐπιόντι ἔτει ᾧ ἦν Ὀλυμπιάς, ᾗ τὸ στάδιον ἐνίκα Κροκίνας Θετταλός, Εὐδίου ἐν Σπάρτῃ ἐφορεύοντος, Πυθοδώρου δ ἐν Ἀθήναις ἄρχοντος, ὃν Ἀθηναῖοι, ὅτι ἐν ὀλιγαρχίᾳ ᾑρέθη, οὐκ ὀνομάζουσιν, ἀλλ ἀναρχίαν τὸν ἐνιαυτὸν καλοῦσιν. (Xenophon, Hellenica, , chapter 3 2:1)
- Οὕτω μὲν ἑκάτεροι παρασκευῆς εἶχον, γενομένης δὲ τῆς νουμηνίας ἀνήγοντο πάντες ἅμα ἠοῖ, Λέπιδος μὲν ἐκ Λιβύης χιλίαις ὁλκάσι καὶ μακραῖς ἑβδομήκοντα καὶ τέλεσι στρατοῦ δυώδεκα καὶ ἱππεῦσι Νομάσι πεντακισχιλίοις καὶ ἑτέρᾳ παρασκευῇ πολλῇ, Ταῦρος δ ἐκ Τάραντος ταῖς Ἀντωνίου ναυσὶν ἐξ ἑκατὸν καὶ τριάκοντα δύο μόναις καὶ ἑκατόν, ἐπεὶ τῶν λοιπῶν οἱ ἐρέται χειμῶνος ἐτεθνήκεσαν, ὁ δὲ Καῖσαρ ἐκ Δικαιαρχείας, θύων ἅμα καὶ σπένδων ἀπὸ τῆς ναυαρχίδος νεὼς ἐς τὸ πέλαγος ἀνέμοις εὐδίοις καὶ Ἀσφαλείῳ Ποσειδῶνι καὶ ἀκύμονι θαλάσσῃ, συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι. (Appian, The Civil Wars, book 5, chapter 11 2:1)
- διὰ γὰρ εὐδίου κλίματος οἱ δρόμοι συντελοῦνται καὶ μάλιστα τῷ πελαγίζοντι: (Strabo, Geography, book 3, chapter 2 10:6)
- περὶ δὲ τῶν ὡρέων ὧδε ἄν τις ἐνθυμεύμενος διαγινώσκοι, ὁκοῖόν τι μέλλει ἔσεσθαι τὸ ἔτος, εἴτε νοσερὸν εἴτε ὑγιηρόν‧ ἢν μὲν γὰρ κατὰ λόγον γένηται τὰ σημεῖα ἐπὶ τοῖς ἄστροισι δύνουσί τε καὶ ἐπιτέλλουσιν, ἔν τε τῷ μετοπώρῳ ὕδατα γένηται, καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίην εὔδιος μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι ὕδατα γένηται ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς εἶναι. (Hippocrates, Hippocrates Collected Works I, , x.2)
- ἢν δ ὁ μὲν χειμὼν νότιος γένηται καὶ ἔπομβρος καὶ εὔδιος, τὸ δὲ ἦρ βόρειόν τε καὶ αὐχμηρὸν καὶ χειμέριον, πρῶτον μὲν τὰς γυναῖκας, ὁκόσαι ἂν τύχωσιν ἐν γαστρὶ ἔχουσαι καὶ ὁ τόκος αὐτῇσιν ᾖ πρὸς τὸ ἦρ, ἐκτιτρώσκεσθαι‧ ὁκόσαι δ ἂν καὶ τέκωσιν, ἀκρατέα τὰ παιδία τίκτειν καὶ νοσώδεα, ὥστε ἢ αὐτίκα ἀπόλλυσθαι, ἢ ζῶσι λεπτά τε ἐόντα καὶ ἀσθενέα καὶ νοσώδεα. (Hippocrates, Hippocrates Collected Works I, , x.7)
- καί ποτε μὲν φαίνεις πολὺν ὑετόν, ἄλλοτε δ αὖτε εὔδιος, ἁβρὰ γελῶν δ ὄμμασιν ἐκκέχυσαι. (Unknown, Greek Anthology, Volume IV, book 12, chapter 1562)
- Βρασίδας, Ἰσάνωρ, Σωστρατίδας, Ἔξαρχος, Ἀγησίστρατος, Ἀγγενίδας, Ὀνομακλῆς, Ζεύξιππος, Πιτύας, Πλειστόλας, Κλεινόμαχος, Ἴλαρχος, Λέων, Χαιρίλας, Πατησιάδας, Κλεοσθένης, Λυκάριος, Ἐπήρατος, Ὀνομάντιος, Ἀλεξιππίδας, Μισγολαΐδας, Ἰσίας, Ἄρακος, Εὐάρχιππος, Παντακλῆς, Πιτύας, Ἀρχύτας, Εὔδιος, ἐφ οὗ Λύσανδρος πράξας τὰ εἰρημένα οἴκαδε κατέπλευσεν. (Xenophon, Hellenica, , chapter 3 14:1)
- Καίσαρι δὲ ἥ τε Ιὄνιος θάλασσα εἶξε, χειμῶνος μέσου πλωτὴ καὶ εὔδιος γενομένη, καὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπὶ Βρεττανοὺς διέπλευσεν οὔπω γενόμενον ἐν πείρα, κρημνοῖς τε τῶν Βρεττανῶν τοὺς κυβερνήτας ἐποκέλλοντας ἐκέλευε τὰς ναῦς περιαγνύναι. (Appian, The Civil Wars, book 2, chapter 21 2:1)