- τέως δ ἀφείσθω πᾶσα μὲν οὐσία, πᾶν δὲ σῶμα, πᾶσα δ ἐπιτιμία πολίτου Ῥωμαίου ἀρρυσίαστος ἀπό τε δανείου καὶ ἄλλου παντὸς συμβολαίου. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 41 4:1)
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 41 4:1)
- οὐ μόνον οὖν τήν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τήν σύγκλητον ὀμόσαι πᾶσαν ἦ μὴν ἐπιβεβαιώσειν τὸν νόμον, καὶ βοηθήσειν ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν μὴ ὀμοσάντων. (Plutarch, Cato the Younger, chapter 32 3:1)
(플루타르코스, Cato the Younger, chapter 32 3:1)
- πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηϊού νομοθετοῦντος ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν: (Plutarch, Cato the Younger, chapter 48 3:2)
(플루타르코스, Cato the Younger, chapter 48 3:2)
- οὔτε γὰρ ὅπου στήσεται τὸ τὰ προημαρτημένα ζητεῖν ὁρίσαι ῥᾴδιον, ἐάν τε νεώτερα γράφηται τῶν ἀδικημάτων ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς, ὃν οὐ παρέβαινον ὅτ ἠδίκουν νόμον, κατὰ τοῦτον κολαζομένους: (Plutarch, Cato the Younger, chapter 48 3:3)
(플루타르코스, Cato the Younger, chapter 48 3:3)
- τούτῳ δὲ τῷ μὴ παρόντι οὐ μόνον τἀρχαῖα καὶ τοὺς τόκους ἀπεδίδους, ἀλλὰ καὶ τὰ ἐπιτίμια τὰ ἐκ τῆς συγγραφῆς ἀπέτινες, οὐδεμιᾶς σοι ἀνάγκης οὔσης· (Demosthenes, Speeches 31-40, 40:2)
(데모스테네스, Speeches 31-40, 40:2)
- καὶ ταῦτ ἔπραξεν, ὦ ἄνδρες δικασταί, οἰκῶν μὲν Ἀθήνησιν, οὔσης δ αὐτῷ γυναικὸς ἐνθάδε καὶ παίδων, τῶν δὲ νόμων τὰ ἔσχατα ἐπιτίμια προτεθηκότων, εἴ τις οἰκῶν Ἀθήνησιν ἄλλοσέ ποι σιτηγήσειεν ἢ εἰς τὸ Ἀττικὸν ἐμπόριον, ἔτι δ ἐν τοιούτῳ καιρῷ, ἐν ᾧ ὑμῶν οἱ μὲν ἐν τῷ ἄστει οἰκοῦντες διεμετροῦντο τὰ ἄλφιτα ἐν τῷ ᾠδείῳ, οἱ δ ἐν τῷ Πειραιεῖ ἐν τῷ νεωρίῳ ἐλάμβανον κατ ὀβολὸν τοὺς ἄρτους καὶ ἐπὶ τῆς μακρᾶς στοᾶς τὰ ἄλφιτα, καθ ἡμίεκτον μετρούμενοι καὶ καταπατούμενοι. (Demosthenes, Speeches 31-40, 53:1)
(데모스테네스, Speeches 31-40, 53:1)