- 텍스트

Lucian, Calumniae non temere credundum, (no name) 26:

(루키아노스, Calumniae non temere credundum, (no name) 26:)

τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν.? ἡ μὲν γὰρ Ἄντεια τεθναίης φησίν, ὦ Προῖτ, ἢ κάκτανε Βελλεροφόντην ὃς μ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα. καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος. ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION