- δεξαμένων δὲ τῶν Μεγαρέων προθύμως τήν τε Νίσαιαν ἐτείχισε, καὶ διὰ μέσου σκέλη δύο πρὸς τὸ ἐπίνειον ἀπὸ τοῦ ἄστεος ἐνέβαλε, καὶ συνῆψε τῇ θαλάττῃ τήν πόλιν, ὥστε τῶν κατὰ γῆν πολεμίων ὀλίγον ἤδη φροντίζουσαν ἐξηρτῆσθαι τῶν Ἀθηναίων. (Plutarch, chapter 15 2:1)
(플루타르코스, chapter 15 2:1)
- ὡς δὲ καὶ τὴν τρίτην ἔξοδον ποιησάμενος ἐπὶ τὰ παραθαλάττια τῆς Ἰταλίας ἔκ τε Κύμης καὶ τῶν περὶ Μισηνὸν λιμένων σιτηγοὺς ὁλκάδας ἄγων πολλὰς κατέπλευσεν εἰς Ὠστίαν, ὃ τῆς Ῥώμης ἐστὶν ἐπίνειον, καὶ % κατέπαυσε ταῖς τροφαῖς τὴν πόλιν, ὡς μηδὲν ἔτι τῆς ἀρχαίας εὐετηρίας διαφέρειν, ἅπας ὁ δῆμος ἕτοιμος ἦν, εἰ γένοιτο τῆς ψήφου κύριος ἐν ἀρχαιρεσίαις, εἴτε ὑπατείαν εἴτε ἄλλην τινὰ τιμὴν μετίοι, μηδενὸς ἐπιτρέποντος μήτε νόμου κωλύοντος μήτ ἀνδρὸς ἐναντιουμένου χαρίζεσθαι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 12, chapter 1 8:1)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 12, chapter 1 8:1)
- αἰγιαλοὺς ἀλιμένους καὶ προσεχεῖς, οὓς τὸ Τυρρηνικὸν ποιεῖ πέλαγος, μικρὰ δὲ καὶ οὐκ ἄξια λόγου τὴν Ῥώμην ὠφελοῦντος διὰ τὸ μηθὲν ἐπὶ ταῖς ἐκβολαῖς ἔχειν φρούριον, ὃ τὰς εἰσκομιζομένας διὰ θαλάττης καὶ καταγομένας ἄνωθεν ἀγορὰς ὑποδέξεταί τε καὶ ἀμείψεται τοῖς ἐμπορευομένοις, ἱκανοῦ δὲ ὄντος ἄχρι μὲν τῶν πηγῶν ποταμηγοῖς σκάφεσιν εὐμεγέθεσιν ἀναπλεῖσθαι, πρὸς αὐτὴν δὲ τὴν Ῥώμην καὶ θαλαττίαις ὁλκάσι μεγάλαις, ἐπίνειον ἔγνω κατασκευάζειν ἐπὶ ταῖς ἐκβολαῖς αὐτοῦ λιμένι χρησάμενος αὐτῷ τῷ στόματι τοῦ ποταμοῦ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 44 2:1)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 44 2:1)
- ἐν δὲ τούτῳ ἥ τε γῆ αὐτῶν ἡ πολλὴ ἐτμήθη, καὶ πολίχνη τις ἐπιθαλάττιος ἑάλω, ᾗ ἐπινείῳ τε καὶ ἀγορᾷ τῶν εἰς τὸν βίον ἀναγκαίων ἐχρῶντο, ἐκ θαλάττης τε καὶ διὰ λῃστηρίων τὰς πολλὰς ἐπαγόμενοι ὠφελείας. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 56 7:2)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 56 7:2)
- ἐπίνειον δὲ ἦν τι βραχὺ Πλακεντίας, ᾧ προσβαλὼν ὁ Ἀννίβας ἀπώλεσε τετρακοσίους καὶ αὐτὸς ἐτρώθη. (Appian, The Foreign Wars, chapter 2 2:14)
(아피아노스, The Foreign Wars, chapter 2 2:14)
- καταχθέντος δὲ τοῦ στόλου περὶ Καλλίπολιν ἐπίνειόν τι τῶν Ταραντίνων ἀγασθεὶς τοῦ χωρίου τὴν φύσιν ὁ Λεύκιππος πείθει Ταραντίνους συγχωρῆσαί σφισιν ἡμέραν αὐτόθι καὶ νύκτα ἐναυλίσασθαι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 19, chapter 3 2:2)
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 19, chapter 3 2:2)