- νοσήματά τε τάδε ἐπιχώρια εἶναι‧ πρῶτον μὲν τὰς γυναῖκας νοσερὰς καὶ Ῥοώδεας εἶναι‧ ἔπειτα πολλὰς ἀτόκους ὑπὸ νούσου καὶ οὐ φύσει ἐκτιτρώσκεσθαί τε πυκνά‧ τοῖσί τε παιδίοισιν ἐπιπίπτειν σπασμούς τε καὶ ἄσθματα καὶ ἃ νομίζουσι τὸ παιδίον ποιεῖν καὶ ἱερὴν νοῦσον εἶναι‧ τοῖσι δὲ ἀνδράσι δυσεντερίας καὶ διαρροίας καὶ ἠπιάλους καὶ πυρετοὺς πολυχρονίους χειμερινοὺς καὶ ἐπινυκτίδας πολλὰς καὶ αἱμορροΐδας ἐν τῇ ἕδρῃ. (Hippocrates, Hippocrates Collected Works I, , iii.4)
(히포크라테스, Hippocrates Collected Works I, , iii.4)
- Τοῦ δὲ φθινοπώρου, καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλανῆτες, καὶ σπλῆνες, καὶ ὕδρωπες, καὶ φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ ἰσχιάδες, καὶ κυνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά. (Hippocrates, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 31.23)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 31.23)
- Πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες, καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα. (Hippocrates, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 31.27)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 31.27)
- Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην, ἄσθματα, πλευρίτιδες, περιπλευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῬοια χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱμοῤῬοΐδες. (Hippocrates, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 31.30)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 31.30)
- Ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῬοος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται‧ ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα‧ αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 6.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 6.1)